# Interpretatio in xii prophetas minores 81.1841

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1841

ζʹ. «Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμασε Κύριος τὴν θυσίαν αὑτοῦ, ἡγίασε τοὺς κλητοὺς αὑτοῦ.» Θυσίας πολλάκις ὁ προφητικὸς καλεῖ λόγος καὶ τὴν τῶν παρανόμων σφαγήν· καὶ τοῦτο ἔστι μὲν καὶ παρ' ἄλλοις προφήταις εὑρεῖν, ἔστι δὲ καὶ παρὰ τῷ θεσπεσίῳ Ἰεζεκιήλ. Κλητοὺς δὲ ὀνομάζει τοὺς πολεμίους· τὸ δὲ ἡγίασεν ἀντὶ τοῦ, ἀφώρισε, τέθεικεν· οὕτως καὶ διὰ Ἡσαΐου φησίν· «Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς·» ἀντὶ τοῦ, εἰς τοῦτο ἀφωρισμένοι. Ἐπειδὴ γὰρ καὶ τὸ ὄντως ἅγιον ἀφώρισται, καὶ τῶν βεβήλων κεχώρισται· καὶ τοὺς εἰς τιμωρίαν ἀφωρισμένους, ὡς ὑπ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων ἀφωρισμένους, ἡγιασμένους καλεῖ. Οὕτω καὶ τὴν θυσίαν καταχρηστικῶς ὠνόμασεν. Οὕτω καὶ τὸ ἀνάθημα διπλῆ[ν] ἔχει τὴν ἔννοιαν· οὐ γὰρ μόνον τὸ ἀνακείμενον τῷ Θεῷ, ἀλλὰ καὶ τὸ ἀλλοτριούμενον ἀνάθημα κέκληκε. ηʹ, θʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια. Καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς, ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον τοῦ Θεοῦ αὑτῶν ἀσεβείας καὶ δόλου.» Ἐπειδὴ ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ θεοσεβοῦς βασιλέως ἡ τῆς τιμωρίας ἐξεφέρετο ψῆφος, οὐκ ἦν δὲ τούτοις ὁ βασιλεὺς ὑπεύθυνος· οἱ δὲ ἐκείνου παῖδες καὶ ἔκγονοι παρανομίᾳ συζήσαντες ἔτισαν ποινὴν ὧν ἐτόλμησαν, εἰκότως οὐκ εἶπεν· Ἐκδικήσω ἐπὶ τὸν βασιλέα, ἀλλ' «ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τοὺς ἄρχοντας.» Ἐνδύματα δὲ ἀλλότρια, τινὲς μὲν τὰ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ἔφασαν· τινὲς δὲ τὰ δι' ἄκραν ἀκολασίαν γενόμενα· καὶ ἄνδρες γὰρ παρανομίᾳ συζῶντες γυναικῶν ἐσθήματα περιβάλλονται, καὶ γυναῖκες ὡσαύτως λαγνείᾳ συντεθραμμέναι, τὰ ἀνδρῶν ἀμφιέννυνται. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερον ὁ λόγος αἰνίττεσθαι· ἀπαγορεύει γὰρ ὁ νόμος τὰ ἐκ λίνου καὶ ἐρίου συνυφασμένα ἐσθήματα· εἰκὸς δὲ ἦν, τοὺς ἐπὶ πλούτῳ βρενθυομένους, καὶ χλιδῇ προστετηκότας, τῶν γειτνιαζόντων ἐθνῶν τὴν ἐσθῆτα μιμήσασθαι, καὶ ἐκ τῶν ἁλουργῶν ἐρίων τοῖς λινοῖς χιτωνίσκοις πολύν τινα καὶ περίεργον κόσμον ἐπεμβαλεῖν· ἐναντίον δὲ ἦν τοῦτο ἀντικρὺς τῇ θείᾳ νομοθεσίᾳ. Ἀπειλεῖ τοίνυν καὶ τούτοις, καὶ τοῖς σὺν ἀσεβείᾳ καὶ δόλῳ εἰς τὸν θεῖον εἰσιοῦσιν ναόν. Αἰνίττεται δὲ διὰ τοῦ δόλου, ὡς πρόσχημα μὲν εἶχον τὴν εὐσέβειαν, λάθρα δὲ τὴν τῶν εἰδώλων ἠσπάζοντο θεραπείαν. Διὰ ταύτας, φησὶν, ὑμῶν τὰς παρανομίας, ιʹ. «Ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀποκεντούντων ἀπὸ πύλης, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.» Τῶν γὰρ πολεμίων τὸ τεῖχος ῥηξάντων, καὶ τὰς πύλας διανοιξάντων, μετὰ βοῆς καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
