# Interpretatio in xii prophetas minores 81.1844

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1844

κραυγῆς εἰς τὸ τοῦ ἱεροῦ καταφεύξεσθε τεῖχος· ἀλλ' ὅμως οὐδὲν ἧττον κἀκείνης τοῖς ἐναντίοις ἀνοιχθείσης τῆς πύλης, οἰμωγῇ χρώμενοι κατακοντισθήσεσθε· κἄν τινες δὲ ἐξ ὑμῶν τὰς κορυφὰς τῶν ὀρῶν καταλάβωσιν, ἢ εἰς τὰς ὑψηλὰς ἀνέλθωσιν οἰκίας, τὸν αὐτὸν ὄλεθρον ὑποστήσονται. ιαʹ. «Θρηνεῖτε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.» Κατακεκομμένην τὴν Ἱερουσαλὴμ ἀπὸ τοῦ συμβεβηκότος προσηγόρευσε πάθους, καὶ θρηνεῖσθαι παρακελεύεται τῶν οἰκητόρων ἔρημον γενομένην. Ἐπειδὴ γὰρ τῶν Χαναναίων ἐζήλωσαν τὴν ἀσέβειαν, τῶν Χαναναίων τὴν πανωλεθρίαν ὑπέμειναν, καὶ οὐδὲν τῆς περιουσίας ἀπώναντο. ιβʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου.» Οὐδεὶς, φησὶ, τῶν ὀφειλόντων δίκην διαφεύξεται τὴν τιμωρίαν, ἀλλὰ πάντας αὐτοὺς παραδώσω σφαγῇ. Τροπικῶς δὲ τοῦτο τέθεικεν, ἐκ μεταφορᾶς τῶν λύχνῳ κεχρημένων εἰς ἐπιζήτησίν τινων ἀπολωλότων, καὶ μὴ πρότερον ἀφισταμένων ἕως ἂν εὕρωσι. «Καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὑτῶν.» Φυλάγματα τὰ νόμιμα λέγει, ἃ φυλάττειν ὁ νόμος παρεκελεύσατο. «Τοὺς λέγοντας ἐν ταῖς καρδίαις αὑτῶν· Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδὲ μὴ κακώσῃ.» Ἐνταῦθα τῶν τὴν Πρόνοιαν ἐκβαλλόντων κατηγορεῖ, καὶ ὡς ἔτυχε φέρεσθαι τὰ πράγματα λέγειν τολμώντων· τὸν δὲ τῶν ὅλων Θεὸν μήτε εὐεργετεῖν, μήτε κολάζειν φασκόντων· οἷς ἁρπαγὴν ἀπειλεῖ, καὶ οἰκιῶν ἀφανισμὸν, καὶ πόνων ἀκαρπίαν. «Οἰκοδομήσουσι γὰρ, φησὶν, οἰκίας, καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν.» Καὶ ἵνα μὴ νομίσωσιν ἀναβολὴν ἔχειν τὴν τιμωρίαν, ἐπήγαγεν· ιδʹ. «Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα.» Μεγάλην δὲ αὐτὴν προσηγόρευσεν, οὐ μερικὴν φέρουσαν παιδείαν, ἀλλὰ παντελῆ τιμωρίαν· εἶτα σφοδρότερον τοῖς ἀκούουσιν ἐντιθεὶς τὸ δέος, περὶ αὐτῆς ἐκείνης διέξεισι τῆς ἡμέρας. ιεʹ, ιϛʹ. «Φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται δυνατή· ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. Ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.» Γωνίας ὑψηλὰς τοὺς πύργους λέγει, σάλπιγγας δὲ καὶ κραυγὴν τῶν πολεμίων τὴν ἔφοδον· σκότος δὲ καὶ γνόφον, καὶ νεφέλην καὶ ὁμίχλην, τὴν τῶν κακῶν ὠνόμασε προσβολήν· ὧν ἐπιόντων οὔτε ἥλιος φωτεινὸς τοῖς ὁρῶσιν, οὔτε ἡμέρα λαμπρὰ, ἀλλὰ πάντα ζόφου εἶναι ἔμπλεα δοκεῖ· καὶ τοῦτο διδάσκων ὁ Προφήτης ἐπήγαγε· ιζʹ. «Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσον-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
