# Interpretatio in xii prophetas minores 81.1849

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1849

τῆς Συρίας· ἀλλὰ ταύτας ἁπάσας κατέλυσαν Βαβυλώνιοι· μόνοις δὲ Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο. Καὶ ἀνήνθησαν πάλιν, καὶ ἀνεκτήσαντο τὴν προτέραν ἡγεμονίαν, καὶ δέος ἅπασι τούτοις παρεῖχον τοῖς ἔθνεσι· καὶ αὐτοὶ μὲν τὰ ἐκείνων ἐνέμοντο, ἐκεῖνοι δὲ τούτοις ἀντιτείνειν οὐκ ἴσχυον. Οὗ χάριν ὁ θεῖος προαγορεύει λόγος, Μωαβίτας μὲν καὶ Ἀμμανίτας ἐρημίᾳ παντελεῖ παραδοθήσεσθαι, τὴν δὲ Δαμασκὸν θημωνίᾳ ἅλωνος λελικμημένῃ παραβληθήσεσθαι. Ταῦτα δὲ ὑπέμειναν ἐν τῇ τῶν Χαλδαίων ἐφόδῳ. Ἀφανισθῆναι δὲ εἰς τὸν αἰῶνα λέγει τὴν Δαμασκὸν, διὰ τὸ ἐξ ἐκείνου, καὶ εἰς τὸν ἔπειτα χρόνον, ἀπολέσαι αὐτὴν τῆς βασιλείας τὴν δυναστείαν, καὶ μηκέτι κρατῆσαι τῶν ὑπηκόων ἐθνῶν, ἀλλ' ὑπόφορον γενέσθαι τῶν βεβασιλευκότων Βαβυλωνίων, Περσῶν τε καὶ Μακεδόνων, καὶ ἐπὶ τοῦ παρόντος Ῥωμαίων. Ἀλλ' ὅμως κἀνταῦθα τὸ ἀκριβὲς τέλος ἡ προφητεία διὰ τῶν ἱερῶν ἔλαβεν ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων ἁγίων· τούτους γὰρ καὶ ὁ θεῖος Ἀπόστολος κατάλειμμα προσηγόρευσε. Τεθεικὼς γὰρ τὴν προφητείαν, τὴν διαῤῥήδην βοῶσαν, «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται,» ἑρμηνεύει λέγων· «Οὕτως καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε.» Τοῦτο καὶ ὁ Δεσπότης διὰ τοῦ μακαρίου Σοφονίου φησί· «Καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.» Εἶτα σαφέστερον ἑρμηνεύει· ιαʹ. «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.» Ταῦτα οὐδὲ τὴν ἀναίσχυντον Ἰουδαίων ἀντίῤῥησιν δέχεται. Εἰ γὰρ λέγοιεν, ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον πολλοὶ τῶν ἐθνῶν, εἰς τὸν τῶν ὅλων πεπιστευκότες Θεὸν, εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὴν νομικὴν ἐπετέλουν λατρείαν, ψευδηγοροῦντες σαφῶς ἐλεγχθήσονται· ὁ γὰρ προφητικὸς λόγος φησὶν, ὅτι «Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ.» Τοῦτο δὲ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν γεγένηται· ὁ μὲν γὰρ νόμος πάντας εἰς τὸν ἕνα ἐκεῖνον συνῆγε νεών· ὁ δὲ Κύριος ἐν τοῖς Εὐαγγελίοις τῇ Σαμαρείτιδί φησιν· «Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐν τῷ τόπῳ τούτῳ, ἀλλ' ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί.» Τοῦτο καὶ ὁ θεσπέσιος Σοφονίας βοᾷ· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτούς·» τουτέστι, τοὺς προῤῥηθέντας ἅπαντας, Ἀλλοφύλους, Παλαιστινοὺς, Μωαβίτας, Ἀμμανίτας, Δαμασκηνοὺς, καὶ τὰ ἄλλα πάντα ἔθνη. «Καὶ ἐξολο-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
