# Interpretatio in xii prophetas minores 81.1852

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1852

θρεύσει ἅπαντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.» Οὐ γὰρ μόνον αἱ ἐν τῇ ἠπείρῳ πόλεις, οὐδὲ αἱ παραθαλάσσιοι, ἀλλὰ καὶ αἱ ἐν τῷ πελάγει διακείμεναι. Τούτοις ἐπάγει· ιβʹ. «Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μου ἐστέ.» Σημαίνει δὲ ὁ λόγος καὶ τῶν δαιμόνων τὸ στῖφος καταλυθὲν τῇ τοῦ σωτηρίου σταυροῦ προσβολῇ· καὶ τοὺς μέλανας τὴν ψυχὴν, καὶ ἀντιθέους ἀνθρώπους, τῇ θείᾳ τρωθέντας πληγῇ. Οὕτω περὶ τῆς τῶν ἐθνῶν προθεσπίσας σωτηρίας, ἐπὶ τὴν τῆς ἱστορίας ἀκολουθίαν μεταφέρει τὸν λόγον, καὶ τοῖς Ἀσσυρίοις τὸν ὄλεθρον ἀπειλεῖ· οὐδέπω γὰρ ἡ Νινευῒ τὴν τιμωρίαν ἐδέδεκτο. ιγʹ, ιδʹ. «Καὶ ἐκτενεῖ τὴν χεῖρα αὑτοῦ ἐπὶ βοῤῥᾶν, καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευῒ εἰς ἀφανισμὸν ἄνυδρον, ὡς ἔρημον. Νεμήσεται ἐν μέσῳ αὐτῆς ποίμνια, καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται· καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.» Ἐρημίας ἅπαντα τὰ προειρημένα σημεῖα, ποιμνίων νομαὶ, καὶ θηρίων διαφόρων οἰκήσεις, καὶ κοράκων νεοττιαί. Ἀλλὰ ταῦτα πάντα, φησὶ, πείσεται διὰ τὴν τῆς ψυχῆς ἀλαζονείαν. Κέδρῳ γὰρ ἐῴκει τὸ ὑψηλὸν αὐτῆς φρόνημα. Εἶτα τοῦτο σαφέστερον διηγούμενος ὁ Προφήτης ἐπάγει· ιεʹ. «Αὕτη ἡ πόλις ἡ φαυλίστρια.» Ἀντὶ τοῦ, ἡ πᾶσαν πόλιν καὶ βασιλείαν εὐτελῆ καὶ σμικρὰν ἡγουμένη. «Ἡ κατοικοῦσα ἐπ' ἐλπίδι.» Ἡ μηδὲν σκυθρωπὸν ὑπομεῖναί ποτε δοκήσασα. «Ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὑτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ' ἐμὲ ἔτι.» Εἶτα κατ' εἰρωνείαν ἐπιτωθάζων, «Πῶς ἐγένετο, φησὶν, εἰς ἀφανισμὸν νομὴ θηρίων;» Καὶ τὰ ἐξ ἔθους συμβαίνοντα· «Πᾶς ὁ παραπορευόμενος δι' αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὑτοῦ.» Εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἐπὶ τοῖς παρ' ἐλπίδα γινομένοις ἀνιαροῖς καὶ συρίττειν, καὶ τὰς χεῖρας κινεῖν. Οὕτω περὶ τῆς Νινευῒ προαγορεύσας, πρὸς τὴν Ἱερουσαλὴμ τρέπει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. Ὢ ἐπιφανὴς καὶ λελυτρωμένη πόλις, ἡ περιστερά.» Θρήνων ἀληθῶς ἀξία καὶ ὀδυρμῶν ἡ πόλις, ἐπίσημος μὲν ἐν εὐπραγίᾳ γενομένη καὶ πολυθρύλλητος· σωτηρίας δὲ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πολλάκις τυχοῦσα, καὶ πνευματικῶν ἀπολαύσασα χαρισμάτων. Ἢ τοῦτο γὰρ διὰ τῆς περιστερᾶς αἰνίξασθαι τὸν προφήτην ὑπολαμβάνω, ἢ τὴν εὐπρέπειαν καὶ τὸ κάλλος τῆς πόλεως· εὐπρεπὲς γὰρ καὶ τόδε τὸ ζῶον. Εἰκὸς δὲ καὶ τοῦτο παραδηλῶσαι, ὅτι Καθάπερ ἡ περιστερὰ ταῖς ἀφωρισμέναις οἰκίαις ἐμφιλοχωρεῖ, οὕτως ἡνίκα ηὐσεβεῖτε, οἱ ἐν τῇ Ἱερου-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
