# Interpretatio in xii prophetas minores 81.1853

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1853

σαλὴμ, τῷ ἀφιερωμένῳ μοι προσηδρεύετε νεῷ. Εἶτα διηγεῖται τὰ πλημμελήματα, καὶ πρώτην τὴν παρακοήν. βʹ. «Οὐκ εἰσήκουσε γὰρ φωνῆς.» Εἶτα τὸ ἀπαίδευτον· «Οὐδὲ ἐδέξατο παιδείαν.» Πρὸς τούτοις τὸ ἄπιστον· «Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε, καὶ πρὸς τὸν Θεὸν αὑτῆς οὐκ ἤγγισεν.» Ἔπειτα τῶν ἀρχόντων τὸ θηριῶδες καὶ ἄδικον· γʹ. «Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμενοι.» Καὶ τῶν κριτῶν τὸ παράνομόν τε καὶ βίαιον· «Οἱ κριταὶ αὐτῆς, ὡς λύκοι τῆς Ἀραβίας· οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ.» Τῶν μάντεων τὸ ψευδές τε καὶ ἄθεον· δʹ. «Οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί.» Προφήτας γὰρ τοὺς ψευδοπροφήτας καλεῖ. Εἶτα καὶ τῶν ἱερέων τὸ δυσσεβὲς καὶ ἀνόσιον· «Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον.» Ἀλλὰ καὶ τούτων ἁπάντων, φησὶν, ἐν αὐτῇ τολμωμένων, εʹ. «Ὁ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς, καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ, πρωῒ δώσει κρῖμα αὑτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη, καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.» Ταχίστην, φησὶν, ἐποίσει τὴν τιμωρίαν τοῖς τοσαῦτα τετολμηκόσι κακά· διὰ γὰρ τοῦ πρωῒ, πρωῒ, τὸ τάχος παρεδήλωσε· τὸ δὲ εἰς φῶς, ἀντὶ τοῦ, προφανῶς, καὶ οὐ λάθρα. Ταῦτα δὲ ποιήσει, φησὶ, καταλύων τῆς ἀδικίας τὸ θράσος, καὶ οὐκ ἐῶν αὐτὴν μέχρι τέλους κρατεῖν. ϛʹ. Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους· ὤφθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖν.» Ὥσπερ τὰς οἰκοδομίας αἱ γωνίαι συνδοῦσιν, οὕτω τὰς δυναστείας ὑπερείδουσιν εὐπραξίαι. Διαφθορᾷ τοίνυν τοὺς ὑπερηφανίᾳ συζῶντας παραδιδοὺς, εἰς ἔδαφος αὐτῶν κατασπάσω τὸ ὕψος, ὥστε μηδὲ τὴν μνήμην αὐτῶν εἰς τοὺς ἐσομένους παραπεμφθῆναι, καὶ τὰς πόλεις δὲ αὐτῶν ἐρημίᾳ παντελεῖ παραδώσω. Οὕτως ἀπειλήσας ὁ φιλάνθρωπος, πάλιν παραινεῖ, καὶ συμβουλεύει δεῖσαι τὰ εἰρημένα, καὶ τὴν προσήκουσαν δέξασθαι διδασκαλίαν· φυγεῖν τῶν ἠπειλημένων τὸν ὄλεθρον, ὃν ἡ παρανομία γεγέννηκε· μὴ μελλῆσαι, μηδὲ ἀναβαλέσθαι, ἀλλὰ ταχέως προσενεγκεῖν τὴν μετάνοιαν. «Ἑτοιμάζου γὰρ, φησὶν, ὄρθρισον.» Τουτέστι, Κατὰ τάχος τὰ τῆς μεταμελείας ἐπίδειξαι. «Διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.» Μὴ δείσῃς, φησὶ, τοὺς Ἀσσυρίους, ὧν τὸ πλῆθος πρὸ τῶν σῶν πυλῶν κατηκόντισα· καὶ γὰρ τὴν ἐπιφυλλίδα αὐτῶν, καὶ τοὺς ἐκείνην διαφυγόντας τὴν τιμωρίαν, παραδώσω Βαβυλωνίοις. ηʹ. «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
