# Interpretatio in xii prophetas minores 81.1856

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1856

βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργὴν θυμοῦ μου, διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.» Μὴ νομίσῃς με, φησὶν, ἀμελεῖν τῶν ἀνθρωπείων πραγμάτων, ἀλλ' ἀνάμεινον, καὶ ὄψει με διανιστάμενον, καὶ κρίνοντα δικαίως, καὶ τὰς ἀδίκους καταλύοντα βασιλείας, καὶ οἷόν τινι πυρὶ τῷ ζήλῳ μου πᾶσαν ἐκκαθαίροντα τὴν οἰκουμένην. Καὶ τοῦτο σαφέστερον ἑρμηνεύων, ἐπήγαγεν· θʹ. «Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῶν, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.» Τοῦτο σαφέστερον Ἀκύλας, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἡρμηνεύκασιν. Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων φασί· «Τότε στρέψω πρὸς πάντας τοὺς λαοὺς χεῖλος ἐξειλεγμένον·» ὁ δὲ Σύμμαχος· «Τότε μεταστρέψω ἐν τοῖς λαοῖς χεῖλος καθαρόν·» καθαρὸν δὲ χεῖλος, τὸ μὴ θεοὺς, ἀλλὰ Θεὸν ὀνομάζον. Τοιαῦτα καὶ διὰ Ἡσαΐου εἴρηκεν ὁ Θεός· «Αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.» Καὶ πάλιν· «Τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Τὰς γλώσσας τοίνυν ἐκείνας, τὰς τὴν πολυθεΐαν πεπαιδευμένας, μεταστρέψει, καὶ ἐκλεκτὰς ποιήσει, καὶ καθαράς· ὥστε «Πάντας ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ δουλεύειν αὐτῷ ἅπαντα τὰ ἔθνη ὑπὸ ζυγὸν ἕνα.» Καὶ μέντοι καὶ τοὺς ιʹ. «Ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι, τοὺς ἱκετεύοντάς με· υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι.» Οἱ γὰρ τὰς ἐσχατιὰς οἰκοῦντες, τῶν διασπαρέντων ὑπ' ἐμοῦ κηρύκων τὴν διδασκαλίαν δεξάμενοι, τὴν τῆς αἰνέσεώς μοι θυσίαν προσοίσουσιν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Πέραθεν ποταμῶν Αἰθιοπίας ἱκετεύοντά με τέκνα τῶν διεσκορπισμένων ὑπ' ἐμοῦ ἐνέγκωσι δῶρον ἐμοί.» Οἱ τέκνα γενόμενοι τῶν ὑπ' ἐμοῦ σκεδασθέντων εἰς πάντα τὰ ἔθνη τῆς εὐσεβείας κηρύκων, τὰ πνευματικά μοι δῶρα προσκομιοῦσιν. ιαʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμὲ, ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι οὐ μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.» Τούτων γιγνομένων, καὶ τῶν ἐθνῶν τῆς σωτηρίας ἀπολαυόντων, καὶ ὑμεῖς οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τὴν διὰ πίστεως δεχόμενοι σωτηρίαν, τῆς μὲν προτέρας ἀπαλλαγήσεσθε δυσσεβείας, οὐκέτι δὲ καταφρονήσετε τῶν ἐμῶν ἐντολῶν, οὐδὲ ἐπὶ τῷ παλαιῷ νεῷ μέγα φρονήσετε. Καὶ ἐπειδὴ οὐ πάντες ἔμελλον τῇ εὐαγγελικῇ προσέξειν διδασκαλίᾳ, καὶ τοῦτο διαῤῥήδην προλέγει· ιβʹ, ιγʹ. «Καὶ ὑπολήψομαι ἐν σοὶ λαὸν πρᾶον, καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
