Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1857
Not analysed yet
εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται. καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.» Καὶ ταῦτα τὸν ἀποστολικὸν ἡμῖν σαφῶς χορὸν ὑποδείκνυσιν, ὃν ὁ Δεσπότης μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ πάλιν· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Τοῦτον ὁ μακάριος Σοφονίας τὸν λαὸν πρᾶον καὶ ταπεινὸν ἀποκαλεῖ· ὁ γὰρ Ἰσραηλιτικὸς οὐ τοιοῦτος, ἀλλὰ λαὸς μωρὸς, καὶ οὐχὶ σοφός. Καὶ κατ' ἄλλον προφήτην· «Νεῦρον σιδηροῦν ὁ τράχηλος αὐτοῦ, καὶ τὸ μέτωπον αὐτοῦ χαλκοῦν.» Τούτους ἀδικίας ἐλευθέρους ἀποκαλεῖ, δόλου γλῶσσαν ἀπηλλαγμένην ἔχοντας. Τοιοῦτον τοίνυν δεξαμένη λαὸν, ἀντὶ τοῦ μοχθηροῦ, καὶ θρασέως, καὶ δυσσεβοῦς, ιδʹ. «Χαῖρε, θύγατερ Σιὼν, σφόδρα· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ εὐτέρπου ἐξ ὅλης καρδίας σου, θύγατερ Ἱερουσαλήμ.» Τῶν τε γὰρ εἰδώλων ὁ Θεός σε καθαρὰν ἀπέφηνε, καὶ τῆς τῶν δηλητηρίων δαιμόνων ἠλευθέρωσε δουλείας. ιϛʹ—ιηʹ. «Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σώσει σε· ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὑτοῦ, καὶ εὐφρανθήσεται ἐν σοὶ, ἐν τέρψει, ὡς ἐν ἡμέρᾳ ἑορτῆς, καὶ συνάξω τοὺς συντετριμμένους σου.» Οἶδα μὲν, ὡς ταῦτά τινες εἰς τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνανέωσιν ἐξειλήφασι, καὶ οὐκ ἀντιλέγω τοῖς εἰρημένοις· ἁρμόττει γὰρ καὶ τοῖς τηνικάδε γεγενημένοις ἡ προφητεία· ἀκριβῆ δὲ τὴν ἔκβασιν ἔστιν εὑρεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν· τότε γὰρ τοὺς συντετριμμένους τὴν καρδίαν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἰάσατο· τότε ἀνεκαίνισε τῶν ἀνθρώπων τὴν φύσιν, οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ τὴν ψυχὴν αὑτοῦ δοῦναι ὑπὲρ ἡμῶν. «Μείζονα γὰρ, φησὶ, ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Καὶ πάλιν· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Εἶτα ἀπειλεῖ καὶ τοῖς τότε τὴν Ἱερουσαλὴμ ὀνειδίσασι, καὶ τοῖς μετὰ ταῦτα κατὰ τῶν κηρύκων τῆς ἀληθείας ταυτὸ τοῦτο τολμῶσι· διπλῆ γὰρ ἡ προφητεία. «Οὐαί. τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν; (ιθʹ, κʹ.) Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν ἐμοῦ, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ· καὶ οὐ καταισχυνθήσονται. Ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν