# Interpretatio in xii prophetas minores 81.1860

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1860

καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.» Ἡ τῶν ἀνθρώπων σωτηρία μόνης ἤρτηται τῆς θείας φιλανθρωπίας· οὔτε γὰρ μισθὸν δικαιοσύνης ταύτην καρπούμεθα, ἀλλὰ τῆς θείας ἐστὶν ἀγαθότητος δῶρον· διό φησι Δεσπότης· Ἕνεκεν ἐμοῦ καὶ σώσω καὶ δέξομαι, καὶ τὴν ἀλλοτρίαν γεγενημένην προσοικειώσομαι, καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, καὶ ἀοίδιμον αὐτὴν παρὰ πᾶσιν ἐργάσομαι, καὶ τῆς προτέρας αἰσχύνης ἐλευθερώσω, καὶ ἀντ' αἰχμαλώτων καὶ δούλων ἐλευθέρους τε καὶ οἰκείους ἐμοὺς ἀποδείξω. Ταῦτα δὲ, ὡς ἔφην, καὶ τοῖς ἐκ Βαβυλῶνος ἐπανελθοῦσιν ἐδωρήσατο τηνικαῦτα, καὶ πᾶσιν ἀνθρώποις μετὰ ταῦτα κεχάρισται· οἱ γὰρ πάλαι τῷ διαβόλῳ δουλεύοντες, τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ τῆς πολυθέου πλάνης ἐπιλαθόμενοι, προσῳκειώθημεν τῷ Θεῷ, ὀνομαστοὶ, κατὰ τὴν προφητείαν, παρ' Ἕλλησι καὶ βαρβάροις γενόμενοι· καὶ οἱ πάλαι μακρὰν ὄντες, ἐγγὺς γεγενήμεθα, κατὰ τὸν θεῖον Ἀπόστολον. Προσήκει τοίνυν ἡμᾶς τῇ ἀποστολικῇ παραινέσει πεισθῆναι διαῤῥήδην βοώσῃ· «Τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Οὕτω γὰρ τῆς τε τοῦ τυράννου πικρᾶς ἀπαλλαγησόμεθα δυναστείας, καὶ τὸν ἡμέτερον θεραπεύσαντες Δεσπότην, τῆς τῶν οὐρανῶν ἀπολαυσόμεθα βασιλείας, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΓΓΑΙΟΝ. ΥΠΟΘΕΣΙΣ. Κύρος μὲν, ὁ πρῶτος Περσῶν βασιλεύσας, εὐθὺς τὴν βασιλείαν παραλαβὼν, ἐλευθερίαν τοῖς τῶν Ἰου-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
