# Interpretatio in xii prophetas minores 81.1868

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1868

μενοι τὰ ἀγαθὰ τῆς θείας ἐπικουρίας τυγχάνομεν· καὶ γὰρ οὗτοι νεύσαντες ἐπὶ τὸ κρεῖττον τῆς θείας συμπνοίας ἀπέλαυσαν, καὶ προθυμοτέρους αὐτοὺς ἡ θεία χάρις εἰργάσατο· ὡς τὴν ἀρχὴν τῆς οἰκοδομίας ποιήσασθαι τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἐν δὲ τῇ νουμηνίᾳ τὴν προφητείαν ἐδέξαντο. Εἶτα πάλιν ἐν τῷ ἑβδόμῳ μηνὶ παρεγγυᾷ ὁ Δεσπότης τῷ προφήτῃ ταῦτα πρὸς αὐτοὺς διαπορθμεῦσαι τὰ ῥήματα. «Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;» Πῶς ἀνέχεσθε μεμνημένοι τῆς προτέρας αὐτοῦ περιφανείας τε καὶ λαμπρότητος, ὁρᾷν αὐτὸν τοσαύτῃ κατεχόμενον ἐρημίᾳ; εἴπερ ἄρα τινές εἰσιν ἐξ ὑμῶν ἐξ ἐκείνου μέχρι καὶ τήμερον διαρκέσαντες. εʹ, ϛʹ. «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Καὶ ὁ λόγος μου, ὃν διεθέμην ὑμῖν, ἐξελθόντων ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Πᾶσαν ῥᾳστώνην καὶ δειλίαν ἀποσεισάμενοι, δέξασθε τὴν παρ' ἐμοῦ χορηγουμένην ὑμῖν ἰσχὺν, κἀμὲ διὰ τῆς νομοθεσίας ὑμῖν συνεῖναι πιστεύοντες, καὶ τοῦ παναγίου Πνεύματος προμηθεῖσθαι ὑμῶν τὴν χάριν. Καὶ ἐπειδὴ πολλὰ ἦν τὰ κωλύματα, καὶ πενία, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, καὶ τῶν ἀστυγειτόνων αἱ προσβολαὶ, εἰκότως ἐπάγει· «Θαρσεῖτε, (ζʹ, ηʹ.) Διότι τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὴν ξηράν. Καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.» Περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προαγορεύει, οἷς βουληθεῖσιν ἐπιστρατεῦσαι κατὰ τῆς Ἱερουσαλὴμ μετὰ πλείστων ἐθνῶν συνεχώρησε, καὶ κατ' ἀλλήλων αὐτοὺς ὁπλίσας, ὑπ' ἀλλήλων αὐτοὺς ἀναιρεθῆναι πεποίηκε, καὶ τὸν ἐκείνων πλοῦτον τοῖς οἰκοδομοῦσι παρέσχε. Καὶ θεραπεύων τῶν ἀκουόντων τὴν ἀκοὴν, θʹ. «Ἐμὸν, φησὶ, τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.» Οὐκ ἀλλότρια σφετερίζομαι, ἀλλὰ τὰ ἐμαυτοῦ πάλιν ἀπολαμβάνω· ἔδωκα αὐτοῖς τὸν πλοῦτον φιλοτιμίᾳ χρησάμενος, καὶ ἐπειδὴ τὸν χορηγὸν οὐκ ἔγνωσαν, τῶν δωρεῶν ἐνδίκως ἐγυμνώθησαν. ιʹ. «Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.» Οὐ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς οἰκοδομίας λέγει τὸν οἶκον ἐνδοξότερον ἔσεσθαι, ἀλλὰ τῷ τρόπῳ τῆς τῶν ἐθνῶν ἀναιρέσεως· πάντοσε γὰρ τῆς φήμης διαδραμούσης, ἐδείχθη τοῦ Θεοῦ τῶν ὅλων τὸ κράτος. Διὸ σεισμὸν οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης τὸ γεγενημένον καλεῖ ὡς πάντων ἐκπληττομένων, καὶ ὑπὸ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
