Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1869
Not analysed yet
θαύματος διεγειρομένων εἰς ὑμνῳδίαν, οὐ μόνον τῶν τὴν ἤπειρον οἰκούντων, ἀλλὰ καὶ τῶν ἐν ταῖς νήσοις βιοτεύειν προαιρουμένων· πρὸς δὲ τούτοις καὶ τῶν ἀοράτων δυνάμεων, αἳ τὸν αἰθέρα καὶ αὐτὸν περιπολοῦσι τὸν οὐρανόν. «Καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ· καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι, τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.» Οὐ γὰρ μόνον τοὺς ἀνθρωπείους καταπαύσω πολέμους, ἀλλὰ καὶ τὴν θείαν αὐτοῖς χαριοῦμαι εἰρήνην, ἣ ταῖς ψυχαῖς προξενεῖ σωτηρίαν· ταῦτα δὲ ἔσται τοῖς οἰκοδομοῦσι μισθός· πάλιν ἐν τῷ ἐννάτῳ μηνὶ, προστάττεται ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης ἐπερωτῆσαι τοὺς ἱερέας, εἰ τὸ ἁγιασθὲν ἱμάτιον ὑπὸ θυσίας ἱερᾶς ἁγιάζειν ἀπόχρη τὰ πελάζοντα· οἷον ἢ ἄρτον, ἢ οἶνον, ἢ ἔλαιον, ἢ ἄλλο τι τῶν τοιούτων. Εἶτα τῶν ἱερέων ἀποφησάντων, πυνθάνεσθαι πάλιν κελεύεται, εἰ μιαίνεται τὸ ἱμάτιον ἀκαθάρτῳ τινὶ προσπελάσαν· συνομολογησάντων δὲ τοῦτο τῶν ἱερέων, προστάττεται εἰπεῖν ὁ προφήτης ταῦτα. «Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου, λέγει Κύριος· καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν· καὶ ὃς ἐὰν ἐγγίσῃ, ἐκεῖ μιανθήσεται.» Καθάπερ, φησὶ, τὸ ἁγιασθὲν ἱμάτιον ἁγιάζειν μὲν ἄλλο τι τῶν πελαζόντων οὐ δύναται, ὑπὸ δὲ τῶν κατὰ τὸν νόμον ἀκαθάρτων πλησιαζόντων μιαίνεται· οὕτως ὁ λαὸς οὗτος ὠφέλειαν ἀπὸ τῶν ἁγίων διὰ καχεξίαν οὐδεμίαν καρποῦται, ὑβρίζει δὲ ταῦτα δυσσεβῶς πελάζειν πειρώμενος. Εἶτα καὶ τὰς αἰτίας αὐτῶν διδάσκει. «Ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνήσονται ἀπὸ προσώπου τῶν πονηριῶν αὑτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.» Ὄρθρου, φησὶν, ὑπολάμποντος, ἀγαθοῦ μὲν οὐδενὸς ἐποιεῖσθε πρόνοιαν, τῶν δὲ κακῶν ἐπεμελεῖσθε κερδῶν· δυσμενῶς δὲ περὶ τοὺς ἐλέγχοντας τὴν ὑμετέραν πονηρίαν διέκεισθε, οἳ τὰς πύλας καταλαμβάνοντες, καὶ τοῖς εἰσιοῦσι, καὶ τοῖς ἐξιοῦσι, τοὺς θείους λόγους προσέφερον. Ἀλλὰ νῦν γοῦν σὺν ἀκριβείᾳ πάσῃ σκοπήσατε, τίνες μὲν ἦτε τῆς οἰκοδομίας ἀμελοῦντες, καὶ ὅσῃ σπάνει τῶν ἀναγκαίων κατείχεσθε· εἴκοσι μὲν κριθῶν ἀποτιθέμενοι μέτρα, τὰ δὲ ἡμίση μόγις εὑρίσκοντες, καὶ πεντήκοντα μὲν ἐκ τῶν ληνῶν οἴνου προσδοκῶντες ἀρύεσθαι μετρητὰς, εἴκοσι δὲ μόνους εὑρίσκοντες. Ἐμοῦ διαφόρους ὑμῖν παιδείας ἐπάγοντος, ἀφορίαν, καὶ ἀνεμοφθορίαν, καὶ χάλαζαν· ἀλλ' ὅμως διὰ τὴν πολλὴν ὑμῶν ἀναλγησίαν οὐδὲ τῆς παιδείας ᾐσθάνεσθε. Ἐκείνων τοίνυν μεμνημένοι, ἐπισημήνασθε πόσης εὐετηρίας ἀπολαύσετε μετὰ τὴν τῆς οἰκοδομίας ἀρχήν· τοσαύτην γὰρ ὑμῖν ἀφθονίαν χορηγήσω τῶν ἀναγκαίων, ὡς καὶ αὐτὰ λοιπὸν ἀγνοῆσαι τῆς ἅλω τὰ μέτρα· καὶ τοὺς ὑγροὺς δὲ ὑμῖν μετ' εὐλογίας παρέξω καρποὺς, καὶ τῶν ἀκροδρύων τὴν φορὰν χορηγήσω. Καὶ πρὸς τούτοις δὲ, ὦ Ζοροβάβελ, κἀκείνους ἐμπεδώσω τοὺς λόγους, οὓς περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προηγόρευσα.