# Interpretatio in xii prophetas minores 81.1872

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1872

κγʹ. «Καὶ καταστρέψω θρόνον βασιλέων, καὶ ἐξολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὑτοῦ.» Ἄπονον ὑμῖν, φησὶ, παρέξω τὴν νίκην. Παραπληξίᾳ γὰρ αὐτοὺς καὶ φρενοβλαβείᾳ βαλὼν, κατ' ἀλλήλων ὁπλίσω, ὥστε πάντας ἄρδην σὺν τοῖς ἵπποις ἀναιρεθῆναι. Τὸ δὲ, «Ἔτι ἅπαξ ἐγὼ σείων τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὴν ξηρὰν,» οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ εὐεργεσίας ἀναμιμνήσκει· καὶ γὰρ ἐκείνοις αἰφνίδιον ἐπαγαγὼν ὄλεθρον, ἅπασαν γῆν καὶ θάλατταν τοῦ φρικώδους ἐνέπλησε διηγήματος. κδʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε, Ζοροβάβελ, τὸν τοῦ Σαλαθιὴλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα· διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.» Ἐνταῦθα τοῦ Ἰησοῦ οὐκ ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ Ζοροβάβελ, ἐπειδὴ περὶ πολέμων καὶ στρατηγίας ἐποιεῖτο τοὺς λόγους, οὗτος δὲ μόνος τῆς στρατηγίας ἐφρόντιζε. Λέγει τοίνυν ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, τῶν ἐθνῶν ἐκείνων ἀναιρεθέντων, σὲ τὸν Ζοροβάβελ, ὃν εἰς δουλείαν καὶ θεραπείαν ἐξελεξάμην ἐμὴν, περιφανῆ ποιήσω καὶ περίβλεπτον, καὶ διὰ σοῦ τῷ λαῷ παρέξω πᾶσαν ἀσφάλειαν, οἷόν τινι σφραγῖδί σοι κεχρημένος· ἡ γὰρ σφραγὶς καὶ θύραις ἐπιτιθεμένη, καὶ κιβωτίοις, πορίζει πᾶσαν τοῖς ἐναποκειμένοις ἀσφάλειαν. Ἡ μὲν οὖν ἑρμηνεία τῆς προφητείας τὸ τέλος ἐδέξατο. Ἐγὼ δὲ τὴν Ἀπολλιναρίου θαυμάζω παράνοιαν, ὃς τοῖς οὕτω σαφῶς τεθεσπισμένοις ἐναντίαν διάνοιαν ἐπενεγκεῖν ἐπεχείρησε, φήσας τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ τὴν στρατείαν οὐδέπω γενέσθαι, ἀλλὰ περὶ τὴν τοῦδε τοῦ αἰῶνος συντέλειαν ἔσεσθαι. Καὶ οὐ προσέσχεν ὁ σοφώτατος τῇ τῆς προφητείας ἀκολουθίᾳ· ὅτι μετὰ τὴν πρόῤῥησιν τῆς ἐκείνων σφαγῆς εὐθὺς ἐπήγαγεν ὁ προφήτης· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν δοῦλόν μου, λέγει Κύριος,» καὶ τὰ ἑξῆς. Εἰ μὲν οὖν καὶ ἄλλον τινὰ Ζοροβάβελ ἐν ταῖς οἰκείαις ἀναπλάττει μυθολογίαις κατ' ἐκεῖνον ἐσόμενον τὸν καιρὸν, τέλειον ἡμῖν ἀναπλάσει τὸν μῦθον· εἰ δὲ οὗτος μόνος ἐστὶ Ζοροβάβελ, ὁ μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ προστατεύσας, ἐπὶ τούτου καὶ ὁ τῶν ἐθνῶν ἐκείνων καταναλώθη στρατὸς, καὶ μετὰ τὸν ἐκείνου ὄλεθρον ἐπίσημος ὁ Ζοροβάβελ ἐγένετο, καὶ περίβλεπτος. Ἔδει δὲ αὐτὸν καὶ τοῦτο συνιδεῖν, ὅτι καὶ διὰ πενίαν τῆς οἰκοδομίας τὴν ἀναβολὴν σκεπτομένοις ὑπέσχετο τῶν ὅλων ὁ Κύριος ταῦτα συνάξειν τὰ ἔθνη, καὶ τὴν τούτων εὐπορίαν εἰς τὰ τῆς οἰκοδομίας δαπανήματα χορηγήσειν. Διὸ καὶ ἐπήγαγεν· «Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ μεγάλη ἔσται ἡ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
