# Interpretatio in xii prophetas minores 81.1873

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1873

δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην.» Ἀλλὰ τοῦτον ληρεῖν καταλιπόντες, ἡμεῖς τῆς ἀληθείας ἐχώμεθα, καὶ τὸν φιλάνθρωπον ἡμῶν ἱκετεύσωμεν Δεσπότην, δοῦναι καὶ ἡμῖν εἰρήνην, καὶ εἰρήνην ψυχῆς· ἵν' ἐν πᾶσιν αὐτὸν θεραπεύοντες, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντες, διαφύγωμεν τὰς τῶν ἀοράτων πολεμίων ἐπιβουλὰς, κατὰ δὲ τοὺς θείους αὐτοῦ πολιτευσάμενοι νόμους, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΥΠΟΘΕΣΙΣ. Σφόδρα πάλαι προμηθούμενος Ἰουδαίων ὁ τῶν ὅλων Θεὸς, οὐχ ἕνα προφήτην αὐτοῖς, ἀλλὰ καὶ δύο καὶ τρεῖς, πολλάκις δὲ καὶ πλείους ἐφίστη, τά τε προσήκοντα παιδεύοντας, καὶ τὰ ἔσεσθαι μέλλοντα προθεσπίζοντας. Οὕτω τοῦ θεσπεσίου προφητεύοντος Ἡσαΐου, κατὰ ταὐτὸν προηγόρευον τὰ ἐσόμενα Ὠσηὲ, καὶ Ἰωὴλ, καὶ Ἀμὼς, καὶ Μιχαίας οἱ μακάριοι. Ῥᾴδιον δὲ τοῖς βουλομένοις ἐξ αὐτῶν τῶν προφητειῶν τοὺς χρόνους καταμαθεῖν. Οὕτω καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ διὰ τοῦ θειοτάτου Ἀγγαίου τὸ δέον αὐτοὺς ἐξεπαίδευσεν ὁ Δεσπότης, καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου τό τε πρακτέον ἐδίδασκε, καὶ τὰ ἐσόμενα προεθέσπιζε σκυθρωπὰ καὶ θυμήρη, τὰ μὲν εἴκουσι τοῖς λεγομένοις, τὰ δὲ ἀντιλέγουσιν. Ὑποδείκνυσι δὲ αὐτῷ καὶ πραγμάτων τινῶν εἰκόνας καὶ τύπους, ἵνα πιστοτέρους ἀποφήνῃ τῇ θεωρίᾳ τοὺς λόγους. Προλέγει δὲ καὶ δι' αὐτοῦ, καὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν παρουσίαν, καὶ τὴν πραότητος αὐτοῦ γέμουσαν βασιλείαν, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὸ σωτήριον πάθος, τὸ τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
