Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1876
Not analysed yet
ἡμετέρων ἁμαρτημάτων ἀλεξίκακον φάρμακον, καὶ τὰ συμβάντα Ἰουδαίοις ἐκ τῆς λύττης ἐκείνης κακά. Καὶ ἵνα μὴ σφόδρα τὴν ὑπόθεσιν μηκύνας, ἀποκναίσω τινὰς τῶν ἐντευξομένων τοῖσδε τοῖς ὑπομνήμασιν, ἐπ' αὐτὴν ἥξω λοιπὸν τῶν ῥητῶν τὴν σαφήνειαν. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. «Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν προφήτην, λέγων.» Ἐν ἑνὶ μὲν ἔτει καὶ ὁ θειότατος Ἀγγαῖος, καὶ ὁ θεσπέσιος Ζαχαρίας, ἤρξαντο τῆς προφητείας· ἀλλ' ἐκεῖνος μὲν ἐν τῷ ἕκτῳ μηνὶ, οὗτος δὲ ἐν τῷ ὀγδόῳ· ὡς εἶναι δῆλον, ὅτι δύο μησὶν ἐκεῖνος τούτου κατὰ τὴν προφητείαν πρεσβύτερος. Μνημονεύουσι δὲ τῶν χρόνων, ἵνα καὶ τῆς ἐπανόδου δηλώσωσι τὸν καιρὸν, καὶ σαφῶς ἡμᾶς διδάξωσι, ὡς τηνικάδε βασιλεὺς Ἑβραῖος οὐκ ἐβασίλευσε. Πρὸς δὲ τούτοις καὶ τῶν πρὸ τῆς αἰχμαλωσίας προτεθεσπικότων προφητῶν ὑποδεικνύουσι τὴν ἀλήθειαν· προειρήκεισαν γὰρ ἐκεῖνοι, οὐ τὴν πολιορκίαν μόνην τῆς Ἱερουσαλὴμ, καὶ τὴν πόρθησιν, καὶ τὸν ἀνδραποδισμὸν, ἀλλὰ καὶ τῆς αἰχμαλωσίας τὸν χρόνον, καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Ἐπειδὴ τοίνυν πέρας ἔλαβεν ἅπαντα, καὶ ὁ καταψηφισθεὶς αὐτῶν ἀναλώθη χρόνος, καὶ κατὰ τὰς προῤῥήσεις τῆς ἐλευθερίας ἀπέλαυσαν, εἰκότως οἱ μακάριοι Ἀγγαῖος καὶ Ζαχαρίας τὸ δεύτερον ἔτος τῆς Δαρείου τοῦ Πέρσου προτεθείκασι βασιλείας. Ἐν τούτῳ γὰρ τῷ ἔτει τῇ τῆς πόλεως ἐρημίᾳ ἑβδομηκοντούτης συνεπληρώθη χρόνος· καὶ τοῦτο ἐξ αὐτῆς τῆς προφητείας καταμαθεῖν δυνατόν. Διδάσκει δὲ, ἐκ τίνος τε ἔφυ πατρὸς, καὶ τίς ὁ ἐκείνου πατήρ· ἐπειδὴ καὶ ψευδοπροφῆται κατ' ἐκεῖνον τὸν καιρὸν πολλοὶ τὰ ψευδῆ προηγόρευον, καὶ συνέβαινεν, ὡς εἰκὸς, καὶ ὁμωνύμους εἶναι τῶν προφητῶν τινας. Ἵνα τοίνυν μὴ ἡ ὁμωνυμία τῇ ἀληθείᾳ λυμήνηται, τῶν ψευδῶς εἰρημένων, ὡς τῶν ἀληθῶς προηγορευμένων, πᾶσιν ἁπλῶς προσφερομένων, δῆλον ἑαυτὸν ὁ προφήτης ἀπὸ τοῦ γένους πεποίηκεν. Εἶτα λέγει, τί εἰπεῖν προσετάχθη. βʹ. «Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.» Σοφίας μεστὸν τὸ τῆς προφητείας προοίμιον, καὶ τοῖς τηνικάδε τὰ θεῖα παιδευομένοις κατάλληλον· ἔναυλον γὰρ ἔχοντες τῶν συμβεβηκότων τοῖς πατράσι τὴν μνήμην, καὶ μανθάνοντες ὡς αἰτία τῶν ἀῤῥήτων ἐκείνων συμφορῶν ἡ δικαία τοῦ Θεοῦ καθέστηκε κίνησις, ἐσπούδαζον, ὡς εἰκὸς, ἐκεῖνα καὶ λέγειν καὶ πράττειν, ἅπερ ἵλεων τὸν φιλάνθρωπον ἐποίει Δεσπότην, καὶ τὴν τῶν ἀγαθῶν αὐτοῖς προὐξένει φοράν. Καὶ ὅτι οὗτος ὁ τῶν εἰρημένων σκοπὸς, τὰ ἑξῆς μαρτυρεῖ· Φησὶ γάρ· γʹ, δʹ. «Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύ-