# Interpretatio in xii prophetas minores 81.1877

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1877

ριος παντοκράτωρ· Ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλουν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν, λέγοντες· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἀποστρέψατε δὴ ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος παντοκράτωρ.» Εἰδότες, φησὶν, ὁπόσα διὰ τῶν προφητῶν τοῖς ὑμετέροις πατράσι παρῄνεσα, καὶ ὅπως αὐτοὺς ἀντειπόντας πανωλεθρίᾳ παρέδωκα, φύγετε μὲν ἐκείνων τὴν μίμησιν, προσέχετε δὲ τοῖς ὑπ' ἐμοῦ λεγομένοις, ὅπως τῆς ἐμῆς ἀπολαύσητε προμηθείας. Τὸ γὰρ, «Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς,» τοῦτο σημαίνει. Τούτῳ ἔοικε τὸ ἀλλαχοῦ εἰρημένον· «Ἔδωκαν ἐπὶ μὲ νῶτα, καὶ οὐ πρόσωπα αὑτῶν.» Ὁ γὰρ τῶν θείων λογίων σπουδαίως ἐπαΐειν οὐκ ἀνεχόμενος, τῷ ἀποστρεφομένῳ καὶ τὰ νῶτα διδόντι ἔοικεν ἀκριβῶς. Λέγει τοίνυν, ὅτι Ἐὰν τοῖς ἐμοῖς προσχεῖν ἐθελήσητε νόμοις, τῆς ἐμῆς τεύξεσθε προμηθείας· καὶ διδάσκων, ὅτι ῥᾴδιον αὐτῷ πᾶσαν αὐτοῖς παρασχεῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν, πολλάκις ἑαυτὸν καὶ Κύριον παντοκράτορα καὶ Κύριον τῶν δυνάμεων προσηγόρευσεν, ἵνα μάθωσιν ὡς ὁ τῶν ἁπάντων κρατῶν καὶ βασιλεύων, οἷα δὴ ποιητὴς καὶ δημιουργὸς, καὶ αὐτῶν τῶν δυνάμεων Δεσπότης ὑπάρχων, εὐπετῶς μάλα μεταβάλλει τῶν πραγμάτων τὰς φύσεις, καὶ ἐξ εὐκληρίας εἰς δυσκληρίαν μετάγει, καὶ εἰς εὐημερίαν ἐπανάγει τοὺς δυσπραξίᾳ κατεχομένους. εʹ, ϛʹ. «Οἱ πατέρες ὑμῶν ποῦ εἰσι, καὶ οἱ προφῆται; μὴ εἰς τὸν αἰῶνα ζήσονται; Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, ἃ κατέλαβον τοὺς πατέρας ὑμῶν.» Βλέπετε, φησὶ, τῶν λόγων μου τὴν ἀλήθειαν, ὅτι καὶ τῶν προφητῶν τὸν βίον ὑπεξελθόντων, καὶ τῶν πατέρων ὑμῶν τῇ τιμωρίᾳ παραδοθέντων, μεμενήκασιν οὗτοι, διὰ τῶν πραγμάτων κηρύττοντες τὴν ἀλήθειαν, καὶ τοὺς συγγεγραφότας προφήτας συνηγόρους οὐκ ἔχοντες· ἐδέξαντο γὰρ ἐκεῖνοι τοῦ θανάτου τὸν ὅρον· βοῶσι, καὶ μαρτυροῦσιν, ὡς οὐδὲν ὑπ' ἐκείνων ἐῤῥέθη ψευδές. «Δέξασθε τοίνυν προθύμως τὰ ὑπὸ τοῦ παναγίου Πνεύματος διὰ τῶν προφητῶν ὑμῖν προσφερόμενα. Καὶ ἀπεκρίθησαν, καὶ εἶπον· Καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.» Συνέθεντο τοῖς εἰρημένοις, καὶ συνωμολόγησαν τὴν ἀλήθειαν, καὶ αἴσθησιν τῶν πεπλημμελημένων ἐδέξαντο, καὶ ἔφασαν ἀληθῆ τὴν πρόῤῥησιν εἶναι, καὶ δικαίαν τὴν ἀγανάκτησιν, καὶ τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν συμβαίνουσαν. ζʹ. Τῇ τετράδι καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
