# Interpretatio in xii prophetas minores 81.1880

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1880

οὗτος ὁ μήν ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ, τὸν προφήτην.» Ἑβραῖος ὢν ὁ προφήτης τῶν Ἑβραίων τέθεικεν ἀριθμόν. Ἑβραῖοι δὲ τὸν Ξανθικὸν πρῶτον ἴσασι μῆνα· οὕτω γὰρ αὐτοῖς ἐνομοθέτησεν ὁ μέγας Μωσῆς διαῤῥήδην βοῶν· «Οὗτος ὁ μὴν ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἔσται ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.» Ἐκεῖθεν τοίνυν ἀριθμεῖν ἀρχομένοις ἑνδέκατος ὁ Σαβὰτ εὑρεθήσεται· ἔστι δὲ ὁ κατὰ Μακεδόνας Περίτιος. Λέγει τοίνυν ὁ προφήτης, ὅτι ἐν τούτῳ τῷ μηνὶ, μηδέπω τοῦ δευτέρου ἔτους συμπληρωθέντος, ἐνέργειαν θείας πάλιν ἐδέξατο χάριτος· κἂν γὰρ λόγον εἴπῃ, κἂν ῥῆμα, κἂν λῆμμα, κἂν χεῖρα, τῆς θείας χάριτος αἰνίττεται τὴν ἐνέργειαν. Ὑπὸ ταύτης φωτιζόμενος, καὶ ἰδών τινα θεωρίαν, ἀνάγραπτον αὐτὴν καταλέλοιπεν ἡμῖν, καί φησιν· ηʹ—ιαʹ. «Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυῤῥὸν, καὶ οὗτος εἱστήκει ἀναμέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί. Καὶ εἶπον· Τί οὗτοι, Κύριε; Καὶ εἶπε πρός με ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι, τί ἐστι ταῦτα. Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· Οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν. Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων, καὶ εἶπον· Περιωδεύσαμεν τὴν γῆν ἅπασαν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.» Οἱ μὲν ὀφθέντες δῆλον ὅτι ἀόρατοι δυνάμεις ὑπάρχουσιν, εἰς διακονίαν ἀποστελλόμεναι, κατὰ τὸν θεῖον Ἀπόστολον, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ὁρῶνται δὲ αὐτῶν οὐχ αἱ φύσεις· ἀσώματοι γὰρ αὗται· ἀλλὰ κατὰ χρείαν ἑκάστην ἐκτυποῖ τούτων τὴν θεωρίαν ὁ τούτων καὶ τῶν ἁπάντων Δεσπότης. Καὶ τοῦτο ἡμᾶς σαφῶς ἡ θεία διδάσκει Γραφὴ, διάφορα αὐτῶν ὑποδεικνῦσα τὰ σχήματα· ἄλλως μὲν γὰρ αὐτοὺς ἴδεν ὁ Δανιὴλ, καὶ ἄλλως Ἰεζεκιὴλ, καὶ Ἡσαΐας καὶ Μιχαίας ἐν σχήμασιν ἑτέροις. Οὐ πολύμορφοι δὲ, ἀλλ' ἀσώματοι αἱ νοηταὶ φύσεις, πρὸς δὲ τὸ χρήσιμον ὁ τούτων Δεσπότης σχηματίζει τὰς θεωρίας. Τοῦτο καὶ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηκε· δείκνυσι γὰρ αὐτῷ ἄγγελον τὸν τοῦ λαοῦ προστατεύοντα· ὁ δὲ ἅγιος Μιχαὴλ οὗτος ἦν, ὡς ὁ προσδιαλεγόμενος τῷ Δανιὴλ ἄγγελος ἔφη· ἐκεῖνος γάρ φησιν· «Οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.» Τοῦτον ὁρᾷ ἐποχούμενον μὲν ἵππῳ διὰ τὴν ὀξύτητα τῶν δρωμένων· τὸ δὲ τοῦ ἵππου πυῤῥὸν τὴν κατὰ τῶν πολεμίων ἐθνῶν ἀγανάκτησιν δηλοῖ· ὕφαιμον γὰρ καὶ ὑπέρυθρον τὸ θυμοειδές· τὰ δὲ ὄρη οὐ μόνον τὸ στεῤῥὸν, ἀλλὰ καὶ τὸ ὑψηλὸν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
