# Interpretatio in xii prophetas minores 81.1881

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1881

δείκνυσι τῶν εἰς ἐπικουρίαν τεταγμένων ἀγγέλων· τὸ δὲ ἀμφιλαφὲς καὶ κατάσκιον τῶν ὀρῶν τὴν θείαν αἰνίττεται πρόνοιαν, ἣν τοῖς εἰς τὸν Θεὸν ἠλπικόσιν ὁ μακάριος ὑπισχνεῖται Δαβίδ· «Ὁ κατοικῶν γὰρ, φησὶν, ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Καὶ πάλιν· «Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι.» Καὶ ἀλλαχοῦ· «Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με.» Καὶ τὸν Ἰσραὴλ δὲ ἐν τῇ ἐρήμῳ στύλος νεφέλης ἐπέσκεπε. Τούτου χάριν κἀνταῦθα ἐν μέσῳ τῶν ὀρέων τῶν κατασκίων ὁ τοῦ λαοῦ προστατεύων ἄγγελος ἑστηκὼς ἑωρᾶτο, τὴν θείαν ἐπικουρίαν διὰ τούτων μηνύων. Οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ Σύμμαχον, καὶ μυρσινεῶνας τὰ ὄρη προσηγορεύκασιν· εὐῶδες δὲ τὸ φυτὸν, καὶ τὰ θερμὰ τῶν παθῶν καταψύχειν δυνάμενον. Παραδηλοῖ τοίνυν καὶ τοῦτο τὴν ἐσομένην Ἰουδαίοις παρὰ τοῦ Θεοῦ τῶν ὅλων ψυχαγωγίαν. Θεασάμενος δὲ καὶ τοὺς ὄπισθεν ἀναφανέντας πυῤῥούς τε καὶ ψαροὺς, καὶ ποικίλους, καὶ λευκοὺς ἵππους, πυνθάνεται μὲν μαθεῖν ἐφιέμενος, τίς ἡ τῶν δεικνυμένων αἰτία. Διδάσκεται δὲ παρὰ τοῦ πρώτου ὀφθέντος ἀγγέλου, ὃς μεταξὺ τῶν ὀρῶν εἱστήκει τῶν κατασκίων, ὅτι πᾶσαν ἐποπτεῦσαι τὴν γῆν ἀπεστάλησαν· καὶ εἰς βεβαίωσιν τῶν εἰρημένων, καὶ οἱ τοῖς παντοδαποῖς ἐκείνοις ἐποχούμενοι ἵπποις, ἔφασαν πρὸς τὸν ἐφεστῶτα ἐκείνοις τοῖς ὄρεσιν ἄγγελον, ὅτι Πᾶσαν περιοδεύσαντες τὴν γῆν οἰκουμένην, εὕραμεν εἰρήνης ἀπολαύουσαν καὶ γαλήνης. Τούτων δὲ ἀκούσας ὁ τοῦ λαοῦ τὴν προστασίαν πεπιστευμένος ἄγγελος, καὶ σφόδρα δυσχεράνας, ὅτι πάντων εἰρήνης ἀπολαυόντων ὁ ὑπ' αὐτῷ τεταγμένος λαὸς μυρίαις ἔτι συμφοραῖς προσπαλαίει, ἱκετείαν τῷ Δεσπότῃ προσφέρει· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος.» Ἰστέον δὲ ὡς τῆς μὲν προτέρας αἰχμαλωσίας ὁ χρόνος συνεπληρώθη ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Περσῶν βασιλεύσαντος, τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Δεσπότου, τῇ πείρᾳ τῶν κακῶν καὶ τὸν τῆς προῤῥήσεως συναριθμήσαντος χρόνον· καὶ τοῦτο ἀκριβέστερον ἐν τῇ τοῦ Ἰεζεκιὴλ ἀπεδείξαμεν ἑρμηνείᾳ. Τῇ δὲ ἐρημίᾳ τῆς Ἱερουσαλὴμ ὁ ἑβδομηκοντούτης συνεπληρώθη χρόνος ἐν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας. Τούτου δὲ ἄρχεσθαι προσήκει τοῦ ἀριθμοῦ ἀπὸ τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου τοῦ βασιλέως, ἐφ' οὗ ἥλω ἡ πόλις. Εἰ γάρ τις ἐκεῖθεν ἀρξάμενος ἐρευνήσοι, εὑρήσει τοῦτον συμπληρούμενον τὸν χρόνον ἐν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου τοῦ Ὑστάσπου βασιλείας. Τοῦτο τοίνυν ὁ τοῦ λαοῦ προμηθούμενος ἄγγελος τὸν τῶν ὅλων ἱκετεύει Θεὸν, εἴς τε τὴν πρόῤῥησιν ἀπιδεῖν, καὶ τὸν χρόνον πεπληρωμένον ἰδεῖν, καὶ τὴν ἀφιερωμένην αὐτῷ πόλιν ἐρημίᾳ παντελεῖ παραδεδομένην ἐπιπλεῖστον μὴ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
