# Interpretatio in xii prophetas minores 81.1884

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1884

παριδεῖν. Καὶ ταύτην ὁ Δεσπότης τὴν ἱκετείαν δεξάμενος· «Ἀπεκρίθη, φησὶν ὁ προφήτης, τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ, ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.» Οὐκ ἄλλον δὲ ἄγγελον τοῦτον ἔφη παρ' ἐκεῖνον τὸν μεταξὺ τῶν ὀρῶν ἑστηκότα, ἀλλ' αὐτὸν ἐκεῖνον, καὶ αὐτῷ προσδιαλεγόμενον, καὶ ὑπὲρ τοῦ λαοῦ πρεσβευόμενον. Λέγει δὲ αὐτὸν ἐν αὐτῷ λαλεῖν, ἐπειδὴ οὐ λόγοις ἐκέχρητο, καὶ φωνῇ κινήσει γλώττης καὶ ἀέρος ἀντιτυπίᾳ διαρθρουμένῃ, ἀλλ' ἔνδοθεν ἐνηχουμένῃ, καὶ ἐν αὐτῷ τυπουμένη. Θαρσήσας τοίνυν τῇ τοῦ Θεοῦ εὐμενείᾳ ὁ ἅγιος ἄγγελος παρακελεύεται τῷ προφήτῃ βοῆσαι, καὶ εἰπεῖν· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν. (ιεʹ.) Καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Οὐκέτι, φησὶν, ἀνέξομαι περιιδεῖν τὰ κατὰ τῆς Ἱερουσαλὴμ τολμώμενα, ἀλλὰ δίκας εἰσπράξομαι τοὺς ὑπερβάντας τῆς κατὰ τῆς ὁρισθείσης τιμωρίας τὸ μέτρον, καὶ πλείονα τῶν καταψηφισθέντων ἐπαγαγεῖν αὐτῇ τετολμηκότας κακά. Ἐγὼ μὲν γὰρ αὐτὴν ποινὴν εἰσπραττόμενος, ὡς εἰς τοὺς ἐμοὺς πεπαρανόμηκε νόμους, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα· ἐκεῖνοι δὲ τὴν ἐντεῦθεν ἄδειαν εἰληφότες, κόρον λαβεῖν τῶν κατ' αὐτῆς κακῶν οὐκ ἠθέλησαν· διὸ ζήλῳ δικαίῳ χρησάμενος, αὐτὴν μὲν ἀξιώσω φειδοῦς, ἐκείνους δὲ τῶν τετολμημένων ἀπαιτήσω δίκας. Εἶτα λέγει καὶ τοῦ ἐλέου τὸν τρόπον, καὶ τῆς τοῦ θείου οἴκου οἰκοδομῆς ὑπισχνεῖται τὸ τέλος, καὶ τῆς πόλεως τὴν νεουργίαν, καὶ τὴν τῶν περιβόλων ἀνάστασιν. Τοῦτο γὰρ δηλοῖ· «Τὸ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι.» Καὶ αὖθις δὲ αὐτῷ ὁ ἅγιος ἄγγελος παρηγγύησε βοῆσαι, καὶ εἶπεν· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει ἔτι Κύριος τὴν Σιὼν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.» Πολλαῖς μὲν πόλεσι τῆς Ἰουδαίας παρέξει τῶν ἀγαθῶν τὴν ἀφθονίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς·» ἀλλ' ὅμως ἔτι τῶν ἄλλων προτιμήσει τὴν Ἱερουσαλὴμ, καὶ τὰ παλαιὰ παρέξει προνόμια. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς οὐκ αἰώνιον αὐτοῖς τὴν εὐπραξίαν ὑπέσχετο, ἀλλὰ χρόνον τινὰ παρεδήλωσεν, εἰρηκὼς, Ἔτι, προδιδάσκων ὡς τοῦ κληρονόμου φανέντος, ὁ οἰκονόμου καὶ ἐπιτρόπου τάξιν ἐπέχων νόμος ἀργὸς ἀναφανεῖται· σὺν τούτῳ καὶ ὁ τόπος, ὁ τὴν κατὰ τοῦτον λατρείαν δεξάμενος. Ἐντεῦθεν εἰς ἑτέρας ὀπτασίας διήγησιν μεταφέρει τὸν λόγον, καί φησι τέσσαρα μὲν τεθεᾶσθαι κέρατα, μεμαθηκέναι δὲ δι' ἐρωτήσεως ἀπὸ τοῦ ἀγγέλου, ὅτι τοιαῦτά ἐστι τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ. Εἶτα λέγει πάλιν, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων δειχθῆναι αὐτῷ τέκτονας ἰσαρίθμους, καὶ πάλιν πυθέσθαι, καὶ ἀκηκοέναι, ὅτι «Ταῦτα τὰ κέρατα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ σκορπίσαντα· καὶ ἐξῆλθον οὗτοι ὀξῦναι αὐτὰ εἰς χεῖρας αὑτῶν· τὰ τέσσαρα κέρατα ἔθνη ἐπαιρόμενα κέρας ἐπὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
