# Interpretatio in xii prophetas minores 81.1892

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1892

ιγʹ. «Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὑτοῦ.» Οὕτω καὶ ὁ Δαβίδ φησι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Οὕτω καὶ Ἡσαΐας· «Καὶ ὄψεται πᾶσα σὰρξ τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. Νεφέλας δὲ τοὺς ἁγίους προφήτας εἰκότως καλεῖ, οὐδὲν οἰκεῖον φθεγγομένους, ἀλλ' ὡς ἔκ τινος θαλάσσης τῆς τοῦ Πνεύματος χάριτος τὸν προφητικὸν ἕλκοντας ὑετόν. Ἀπὸ τούτων αὐτὸν ἐγείρεσθαι καὶ ἐπιφαίνεσθαι λέγει, ἐπειδὴ διὰ τούτων τὴν οἰκείαν προαγορεύσας ἐπιφάνειαν, καὶ οἷς προεθέσπισεν ἐπιθεὶς τὸ τέλος, ἔδειξε διὰ τῆς ἀληθείας θείαν τὴν προφητείαν. Ταῦτα μὲν εἰ καὶ Ἰουδαίοις ἥρμοσε κατὰ τὸν τῆς ἐπανόδου καιρὸν, ὥς τινες ἡρμηνεύκασιν, οὐ λίαν ἀντιλέγω. Ὅτι δὲ ἡ πρόῤῥησις τὴν ἀληθῆ καὶ ἀναντίῤῥητον ἔκβασιν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐδέξατο, αὐτόθεν ἔστι μαθεῖν· ἐξ ἐκείνου γὰρ καὶ τὰ μυρία ἔθνη, τὴν προτέραν καταλιπόντα πλάνην, κατέφυγον ἐπὶ τὸν τῶν ὅλων Θεὸν, καὶ λαὸς ἐχρημάτισε θεῖος. Ἐξ ἐκείνου τὴν Ἱερουσαλὴμ τὸ ἐκ τῶν ἐθνῶν συλλεγὲν εὐσεβὲς κατῴκησε σύστημα. Ἐξ ἐκείνου πᾶσα σὰρξ, καὶ τὴν προτέραν τοῦ Σωτῆρος ἐδέξατο παρουσίαν, καὶ τὴν δευτέραν πέφρικεν ἐπιφάνειαν. Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν ἐπανελθεῖν καιρός. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. «Καὶ ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.» Καὶ ταῦτα δὲ τύπος τῶν ἡμετέρων. Ὥσπερ γὰρ ἐκείνῳ τῷ Ἰησοῦ ἀρχιερεῖ ὄντι, καὶ τὰς ὑπὲρ τοῦ λαοῦ πρεσβείας προσφέροντι τῷ Θεῷ, ἀντέκειτο λίαν ὁ ἀλάστωρ καὶ πονηρὸς διάβολος· οὕτως Ἰησοῦ τῷ μεγάλῳ ἀρχιερεῖ, τῷ κατὰ τὴν τάξιν Μελχισεδὲχ, τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀντηγωνίζετο πάλιν ὁ αὐτὸς οὗτος πολέμιος, ὑποσκελίσαι βουλόμενος· ἀλλὰ τούτῳ Ἰησοῦς μὲν ὁ τοῦ Ἰωσεδὲκ οὐκ ἐπετίμησεν, ἀλλ' ὁ τοῦ Ἰησοῦ Δεσπότης. Ἡνίκα δὲ Ἰησοῦ τῷ Σωτῆρι τῆς οἰκουμένης προσῆλθεν, ὑπ' αὐτοῦ ἐπιτιμᾶται, οἷα δὴ ὑπὸ τοῦ Θεοῦ καὶ Δεσπότου, καὶ ἀκούει· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ.» Οὕτω τοίνυν ἀπαλλάξας τοῦ διαβόλου τὸν Ἰωσεδὲκ Ἰησοῦν, οἷα δὴ Θεὸς, ὁ Δεσπότης ἐπήγαγεν· «Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;» Ἐπειδὴ γὰρ ἀρτίως ἀπὸ τῆς αἰχμαλωσίας ἐπανεληλυθότες, τὰ τῆς αἰχμαλωσίας ἐπεφέροντο σημεῖα, τὴν πενίαν, τὴν ἐρημίαν, εἰκότως αὐτοὺς δαλὸν ὀνομάζει. Δαλὸς δέ ἐστιν ἡμιφλεγὲς ξύλον ἀπὸ πυρὸς ἁρπαγέν. Εἶτα διηγεῖται πάλιν ὁ προφήτης, ὡς ἱμάτια μὲν πιναρὰ καὶ ἐῤῥυπωμένα ὁ ἀρχιερεὺς περιέκειτο· ὁ δὲ τοῦ λαοῦ προστατεύων ἄγγελος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
