Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1893
Not analysed yet
ἑτέροις παρεστῶσι παρηγγύησεν ἀγγέλοις, ἐκείνης αὐτὸν τῆς ἐσθῆτος γυμνῶσαι. Καὶ διδάσκων, ὡς ἕτερόν τι διὰ τῶν ἱματίων αἰνίττεται, ἐπήγαγε· «Καὶ εἶπε πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα ἀπὸ σοῦ τὰς ἀνομίας σου.» Εἰκὸς μὲν γὰρ ἦν καὶ αὐτὸν ἔχειν ὡς ἄνθρωπον τινὰ πλημμελήματα. Ἡγοῦμαι δὲ ὅτι οἷα δὴ ἀρχιερεὺς ᾠκειοῦτο τὴν τοῦ λαοῦ παρανομίαν, καὶ ὡς συνημαρτηκὼς ἐκείνοις τὰς δεήσεις προσέφερε· καὶ τούτου χάριν, ὡς οἰκείαν ἄφεσιν δέχεται τῆς τοῦ λαοῦ παρανομίας τὴν ἄφεσιν. Ἀλλὰ γὰρ οὕτω, φησὶν, ἀπαλλαγεὶς τοῦ πενθικοῦ σχήματος, καὶ τοὺς θυμηδίας μεστοὺς δεξάμενος λόγους, ἀπολαμβάνει καὶ τὴν τῆς ἱερωσύνης στολήν. Παρεγγυᾷ γὰρ τοῖς παρεστῶσιν ὁ ἐκεῖνα εἰρηκώς τε καὶ δεδρακὼς, τόν τε ποδήρη αὐτὸν ἐνδύσαι, καὶ τὴν μίτραν καὶ τὴν κίδαριν ἐπιθεῖναι τῇ κεφαλῇ. Καὶ τούτων γενομένων, διαμαρτύρεται αὐτὸν ὁ ἅγιος ἄγγελος, καί φησι· ζʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύσῃ, καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάσσῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» Τὴν ἱερατικὴν ἀξίαν ἀπολαβὼν, κατὰ τοὺς ἱερωσύνης πολιτεύου νόμους, φυλάττων ἅπαντα, ὅσα δρᾷν διηγόρευσα. Ταῦτα γὰρ ποιῶν, καὶ σὺ ἐν ταύτῃ βιώσει τῇ τιμῇ, καὶ μέχρις ἐκγόνων παραπέμψεις τὸ γέρας, τῶν ἐκ σοῦ τὸν λαὸν τοῦτον οἰκονομούντων. Τοῦτο γὰρ εἶπε· «Δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» ηʹ. «Ἄκουε δὴ, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί.» Τερατοσκόπους δὲ λέγει οὐχ ὥς τινες ὑπέλαβον οἰωνοσκόπους, καὶ κληδόσι κεχρημένους· οὐ γὰρ ἂν πρὸς τοιούτους τοιούτοις ἐχρήσατο λόγοις, οὐδ' ἂν αὐτὸς ὁ Ἰησοῦς εὐσεβὴς ὢν τὸν τοιοῦτον ἠσπάσατο σύλλογον· ἀλλὰ γνῶσιν αὐτοῖς μαρτυρεῖ, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν. Τὰ γὰρ ὑπὸ τῶν προφητῶν διδόμενα τέρατα καὶ σημεῖα περισκοποῦντες ὡς εὐσεβεῖς διετέλουν, καὶ τὸ τούτων ἀναμένοντες τέλος. Πρὸς τούτους τοίνυν καὶ τὸν Ἰησοῦν λέγει τὰ ἐπαγόμενα· «Διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου, Ἀνατολὴ ὄνομα αὐτῷ. (θʹ). Διότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.» Διακοσμήσας τὸν ἱερέα, καὶ τὸ μὲν πένθιμον ἀποδύσας σχῆμα, τὴν δὲ ἱερατικὴν ἐνδύσας στολὴν, καὶ τὸ πρακτέον ὑποδείξας, καὶ τὸ διαρκὲς ἐπὶ πλεῖστον τοῖς ἐγγόνοις ἐπαγγειλάμενος, εἰ τοὺς θείους νόμους φυλάξοιεν, ἐπὶ τὸ βασιλικὸν μεταβαίνει γένος, καὶ τὸν Ζοροβάβελ ἔκγονον ὄντα τοῦ Ἰεχονίου, ἀπὸ δὲ τοῦ Δαβὶδ τὸ γένος κατάγοντα, οὕτω περιφανῆ καὶ περίβλεπτον ὑπισχνεῖται ποιήσειν, ὡς τῷ λαμπροτάτῳ τῆς ἀνατολῆς φωτὶ παραβάλλεσθαι. Τοῦτον λέγει δεδωκέναι τὸν λίθον πρὸ