# Interpretatio in xii prophetas minores 81.1896

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1896

προσώπου τοῦ ἱερέως ἑπτὰ κοσμούμενον ὀφθαλμοῖς. Οὔτε δὲ τοὺς ὀφθαλμοὺς, ὀφθαλμοὺς νοητέον, οὔτε τὸν ἑπτὰ ἀριθμὸν ἐπὶ ῥητοῦ ἀριθμοῦ ληπτέον. Τὴν γὰρ τῆς θείας χάριτος ἐνέργειαν ὀφθαλμοὺς προσηγόρευσεν· ἑπτὰ δὲ αὐτοὺς ὠνόμασε, τὸ πλῆθος αὐτῆς καὶ τὸ μέγεθος διὰ τούτων σημαίνων. Οὕτω καὶ ἡ Ἄννα φησίν· «Στεῖρα ἔτεκεν ἑπτὰ,» οὐχ ὡρισμένον ἀριθμὸν λέγουσα, ἀλλὰ τὸ πλῆθος παραδηλοῦσα. Καὶ ὁ μακάριος Δαβίδ· «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν· ἀντὶ τοῦ, πολλαπλασίαν, ὧν ἠδίκησαν ἡμᾶς, δότωσαν δίκην. Λίθον δὲ αὐτὸν ὀνομάζει διὰ τὸ στεῤῥὸν καὶ ἀκαταγώνιστον· ἄλλως τε καὶ τύπος ἦν τοῦ Δεσπότου Χριστοῦ, ὃς λίθος ὑπὸ τῆς θείας πολλαχοῦ προσηγορεύθη Γραφῆς. Ὁ μὲν γὰρ θειότατος ἔφη Δαβίδ· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Διὰ δὲ τοῦ θεσπεσίου Ἡσαΐου ὁ τῶν ὅλων λέγει Θεός· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.» Οὕτω καὶ ὁ μακάριος Δανιὴλ εἶδε τμηθέντα ἀπὸ ὄρους λίθον ἄνευ χειρῶν, καὶ τὴν μὲν εἰκόνα πατάξαντα, καὶ τὰς ὕλας λεπτύναντα, γενόμενον δὲ εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψαντα. Ταῦτα πεπαιδευμένος καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Καὶ πάλιν· «Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός.» Τοῦτον ἐν ἑαυτῷ φέρων τὸν λίθον ὁ Ζοροβάβελ (ἐξ αὐτοῦ γὰρ τὸ κατὰ σάρκα βεβλάστηκεν ὁ τῆς οἰκουμένης Σωτὴρ), εἰκότως καὶ αὐτὸς ὀνομάζεται λίθος, παντοδαποῖς διαλάμπων χαρίσμασιν. Οὕτω τὴν θεόσδοτον τοῦ Ζοροβάβελ ὑποδείξας χάριν, προλέγει καὶ τῆς λαμπρᾶς αὐτοῦ στρατηγίας τὰ τρόπαια· «Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.» Ταῦτα περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προηγόρευσεν, οἷς ἐν ἡμέρᾳ μιᾷ τὴν πανωλεθρίαν ἐπήγαγε· καὶ ἅπαντας κατ' αὐτὸν θανάτῳ παρέπεμψεν, ὃν τροπικῶς προσηγόρευσε βόθρον. Τούτου δὲ, φησὶν, γενομένου, ἅπαντες οἱ ὑπὸ τῷ Ζοροβάβελ στρατευόμενοι, οἷα δὴ νικηφόροι γενόμενοι, ἀδεῶς λοιπὸν ὑπὸ τὰς ἀμπέλους καὶ τὰς συκᾶς ἀλλήλους εἰς ἑστίασιν συγκαλοῦντες εὐωχηθήσονται, τὴν τῶν πολεμίων οὐ δειμαίνοντες ἔφοδον. Τούτων ὁ προφήτης ἀκούσας, καὶ ἐν τῇ θεωρίᾳ τῶν τοσούτων καὶ τοιούτων ἀποκαλύψεων γεγονὼς, ἔξω μὲν τῶν ἀνθρωπίνων πραγμάτων κατέστη, ἐν ἐκείνοις δὲ τὴν διάνοιαν ἔχων, ἐῴκει τινὶ λίαν κεκαρωμένῳ καὶ ὕπνῳ κατεχομένῳ· οὗ χάριν ὁ ἅγιος ἄγγελος, ὁ τοῦ τε λαοῦ προστατεύων, καὶ περὶ τὰς ὀπτασίας αὐτὸν ποδηγήσας ἁπάσας,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
