# Interpretatio in xii prophetas minores 81.1897

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1897

ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ—γʹ. Προσελθὼν, φησὶν, ἐξήγειρέ με, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὑτοῦ. Καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων.» Καὶ ταῦτα δὲ πάντα αἰνίγματά ἐστιν ἑτέρων πραγμάτων. Νῦν γὰρ λυχνίαν χρυσῆν εἰς τύπον τῆς θείας ἔδειξε προμηθείας, ἣ καὶ τὰ οὐράνια καὶ τὰ ἐπίγεια πρυτανεύει· οἱ δὲ ἑπτὰ λύχνοι τῶν ἑπτὰ τῆς ἑβδομάδος ἡμερῶν ἰσάριθμοι, τὸ διηνεκὲς καὶ διαρκὲς τῆς θείας παραδηλοῦσι προνοίας· αἱ δὲ ἐπαρυστρίδες, αἱ τὸ ἔλαιον ἐπιχέουσαι, τὴν ἄφθονον φιλοτιμίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας σημαίνουσιν. Οὕτω διὰ τοῦ λαμπαδίου τὴν τὰ πάντα καταφωτίζουσαν χάριν ᾐνίξατο. Δύο δὲ ἐλαίας ἑκατέρωθεν τεθηλυίας, τὴν βασιλείαν καὶ τὴν ἱερωσύνην ἐκάλεσε, τῇ θείᾳ χάριτι κοσμουμένας· τοὺς δὲ δύο κλάδους, τοὺς μέχρι τῶν λύχνων διήκοντας, τὸν Ἰησοῦν καὶ τὸν Ζοροβάβελ, τὸν μὲν ἐκ τῆς ἱερατικῆς, τὸν δὲ ἐκ τῆς βασιλικῆς βεβλαστηκότα φυλῆς. Ἐπειδὴ γὰρ τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένοις ἄπιστον ἐδόκει καὶ λίαν ἀπίθανον, ἄνδρας ὀλίγους, καὶ πένητας, καὶ μόγις ὀψέ ποτε τὴν μακρὰν ἐκείνην αἰχμαλωσίαν διαφυγόντας, τοσαῦτα καὶ τοιαῦτα κατορθῶσαι ἀνδραγαθήματα, ἐβεβαίωσε τοῖς ὑποδειχθεῖσι τὴν ὑπόσχεσιν ὁ Θεὸς, διδάσκων, ὡς οὐ τῆς αὐτῶν δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ χάριτός ἐστιν ἡ κατόρθωσις. Καὶ ταύτην τὴν ἑρμηνείαν παρ' αὐτοῦ μεμαθήκαμεν τοῦ τὴν ὄψιν ἐκείνην ὑποδείξαντος Δεσπότου· τοῦ γὰρ προφήτου πυθομένου τὰ δειχθέντα τίνων ἐστὶ πραγμάτων αἰνίγματα, ὁ θεῖος ἄγγελος ἔφη· «Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.» Μήτε εἰς τὴν παροῦσαν εὐτέλειαν, ὦ Ζοροβάβελ, ἀποβλέπων τῶν προηγορευμένων ἀπαγορεύσῃς τὴν ἔκβασιν, μήτε πάλιν κατορθώσας σαυτῷ τὴν νίκην ἐπιγράψῃ· ὑπὸ γὰρ τῆς ἐμῆς βοηθούμενος χάριτος, τὸ κατὰ τῶν ἐθνῶν ἐκείνων τρόπαιον ἀναστήσεις. Εἶτα πρὸς αὑτοὺς ἐκείνους τρέπει τὸν λόγον. ζʹ. «Τίς εἶ σὺ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι;» Ἐπειδὴ γὰρ καὶ αὐτὸν τὸν Ζοροβάβελ λίθον ὠνόμασεν, εἰκότως καὶ τὰ μυρία ἔθνη ἐκεῖνα ὄρος καλεῖ, καὶ τοῦ θείου ναοῦ τὴν οἰκοδομίαν κωλύσαι πειρώμενα, καὶ τοῦ λαοῦ τὸ λειπόμενον καταλῦσαι. Ἀλλ' οὐδὲν ἰσχύσετε ταῦτα βουλευόμενοι. «Ἐξοίσω γὰρ τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αὐτῆς.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· κἂν μυριάκις λυττήσητε ἐμποδὼν τῷ Ζοροβάβελ γιγνόμενοι, κενὰς ὑμῶν ἀποφανῶ τὰς ἐλπίδας· πάσης γὰρ αὐτὸν ἐμπλήσας χάριτος, καὶ τελείᾳ αὐτὸν κατακοσμήσας χάριτι, καὶ στεῤῥὸν ἀποφήνας οἷα δὴ λίθον, ἅπαντας ὑμᾶς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
