# Interpretatio in xii prophetas minores 81.1900

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1900

ὀλέθρῳ παραδοῦναι παρασκευάσω, ὥστε τὸ ἐλλεῖπον τῇ ἀνθρωπείᾳ δυνάμει ἀναπληρῶσαι καὶ ἐξισῶσαι τῇ ἄνωθεν χάριτι. Γινώσκετε τοίνυν, ὅτι αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐκτελοῦσιν αὐτὸν, καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων, ὅτι θείοις διακονούμενος λόγοις ταύτην ὑμῖν διεπόρθμευσα τὴν προφητείαν. «ιʹ. Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μακράς;» Ἔοικε τοῦτο τοῖς ἐν τῷ Δευτερονομίῳ φερομένοις τοῦ Θεοῦ λόγοις· «Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι.» Τοῦτο γὰρ καὶ ἐνταῦθα δηλοῖ, ὅτι καθάπερ ἐξουδένωσα τὴν Ἱερουσαλὴμ εἰς ἡμέρας μακρὰς, καὶ ἑβδομήκοντα ἐτῶν ἐρημίαν κατεψηφισάμην αὐτῆς· οὕτω μοι ῥᾴδιον εἰς τὴν προτέραν αὐτὴν ἐπαναγαγεῖν εὐπραξίαν. Οἱ δὲ ταῦτα ὁρῶντες «Χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ.» Γνώσονται, φησὶ, διὰ τῆς πείρας, ὡς ὁ νῦν παρ' αὐτῶν καταφρονούμενος Θεὸς, αὐτὸς διὰ τοῦ Ζοροβάβελ κατορθώσει τὴν νίκην. Τὸν γὰρ κασσίτερον ἐπ' εὐτελείας ἐνταῦθα τέθεικεν. Ἐπειδὴ γὰρ καὶ ὁ θεῖος νεὼς ἐμπέπρηστο, καὶ ὁ λαὸς ἐξηνδραπόδιστο, καὶ ἡ πόλις ἀνάστατος ἐγεγόνει, ὑπώπτευον δὲ ἅπαντες, οὐ διὰ τὴν τοῦ λαοῦ παρανομίαν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ παρ' αὐτῶν τιμωμένου Θεοῦ, ταῦτα πάντα συμβῆναι, λίθον κασσιτέρινον κατὰ τὴν ἐκείνων ὑπόνοιαν τὴν θείαν βοήθειαν προσηγόρευσε, διδάσκων ὅτι αὕτη ἡ παρὰ τῶν ἀπίστων εὐτελής τις νομιζομένη καὶ ἀσθενής, δι' ἑνὸς ἀνδρὸς τοῦ Ζοροβάβελ τὴν οἰκείαν ἐπιδείξεται δύναμιν. Ὅθεν εὐθὺς ἐπήγαγεν· «Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν, οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Ὁ γὰρ τῶν ἁπάντων Ἔφορός τε καὶ Πρύτανις, καὶ πάντα μὲν ἐφορῶν, πάντα δὲ ἀκούων, αὐτὸς ὑπερασπίσει τοῦ Ζοροβάβελ. Τούτων οὕτως εἰρημένων, ἔρεται μὲν ὁ προφήτης περὶ τῶν ἑκατέρωθεν τῆς λυχνίας τεθηλυιῶν ἐλαιῶν, πυνθάνεται δὲ περὶ τῶν δύο κλάδων τῶν μέχρις αὐτῶν διηκόντων τῶν λύχνων, καὶ μανθάνει, ὅτι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. Λέγει δὲ Ἰησοῦν τὸν ἀρχιερέα καὶ Ζοροβάβελ τὸν στρατηγὸν, τὸν μὲν ἐκ τοῦ βασιλικοῦ, τὸν δὲ ἐκ τοῦ ἱερατικοῦ γένους ἀνθήσαντα. ΚΕΦΑΛΑΙΟΝ Εʹ. Οὕτω ταῖς παντοδαπαῖς θεωρίαις τοὺς περὶ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης βεβαιωσάμενος λόγους, καὶ τῆς οἰκοδομίας τοῦ θείου ναοῦ προαγορεύσας τὸ τέλος, ἀπειλῇ τιμωρίας δεδίττεται τοὺς ἀκούοντας, κακίας ἀποτρέπων, καὶ προτρέπων εἰς ἀρετήν· καὶ δείκνυσι τῷ προφήτῃ δρέπανον μέγιστον αἰωρούμενον, καὶ διὰ τοῦ ἀέρος φερόμενον, δέκα μὲν τὸ εὖρος πήχεων, εἴκοσι δὲ τὸ μῆκος. Καὶ διδάσκεται, ὅτι αὕτη ἡ ἀρὰ, ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς. «Διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
