# Interpretatio in xii prophetas minores 81.1901

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1901

δικηθήσεται. (δʹ.) Καὶ ἐξοίσω αὐτὸ, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.» Ἀρὰν τὴν τιμωρίαν ἐκάλεσε, τὴν κατὰ πάσης χωροῦσαν τῆς οἰκουμένης, καὶ τοῖς τῆς ἀδικίας ἐργάταις ἐπαγομένην. Ἐδιδάχθη δὲ διὰ τούτων καὶ ὁ προφήτης, καὶ ὁ λαὸς, ὡς πάντων ἀνθρώπων κριτής ἐστιν ὁ τῶν ὅλων Θεὸς, καὶ ἅπαντας ἀξίας εἰσπράξεται δίκας, πανωλεθρίαν ἐπάγων οὐ μόνον τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν, ἀλλὰ καὶ τοῖς ἀδικοῦσι τὸν πέλας. Μὴ γάρ τις οἰέσθω, κατὰ κλεπτῶν μόνων καὶ ἐπιόρκων ταύτην γεγενῆσθαι τὴν ἀπειλήν· κατὰ πάσης γὰρ παρανομίας τὴν ψῆφον ἐξήνεγκεν. Ἐπειδὴ γὰρ ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ κρέμανται, ἐν τῷ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,» διὰ τῆς ἐπιορκίας, καὶ τῆς κλοπῆς, πᾶν εἶδος ἁμαρτίας συνήγαγεν. Ἡ μὲν γὰρ τῶν ὅρκων παράβασις ἀσεβείας ἐστὶ τὸ κεφάλαιον· ἀγάπης δὲ θείας ἔρημος ὁ τοιοῦτος. Ἡ δὲ κλοπὴ τὴν εἰς τὸν πέλας ἀδικίαν δηλοῖ· οὐδεὶς δὲ ἀγαπῶν τὸν πλησίον ἀδικεῖν τοῦτον ἀνέξεται· περιεκτικὰ τοίνυν ἐστὶ τῶν ἄλλων νόμων ταῦτα τὰ κεφάλαια, καὶ εἰκότως τοῖς παραβάταις τὴν τιμωρίαν ἐκείνην ἠπείλησε. εʹ, ϛʹ. «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τί τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπον· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.» Διδασκόμεθα καὶ ἡμεῖς διὰ τούτου, ὡς πάντα μέτρῳ καὶ σταθμῷ πρυτανεύει ὁ τῶν ὅλων Κύριος. Οὕτω καὶ τῷ Ἀβραὰμ πάροικον ἔσεσθαι αὐτοῦ τὸ σπέρμα προαγορεύσας, καὶ τὴν αἰτίαν διδάσκει· «Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.» Οὐδέπω, φησὶν, ἄξια πανωλεθρίας πεπλημμελήκασι· διόπερ οὐκ ἀνέξομαι νῦν αὐτοὺς παραδοῦναι σφαγῇ, ἀλλὰ τῆς παρανομίας τὸ μέτρον ἀναμενῶ. Οὕτω τοῖς ἐπὶ τοῦ Νῶε εἴκοσι καὶ ἑκατὸν ἔτεσι τὴν ζωὴν περιορίσας, ἐπειδὴ τὴν ἁμαρτίαν αὐξανομένην καὶ πλημμυροῦσαν εἶδεν, οὐκ ἀνέμεινε τὴν κυρίαν, ἀλλὰ τὴν προθεσμίαν συνέτεμε, καὶ τῷ ἑκατοστῷ ἔτει πᾶσιν ἐπήγαγε τὸν τῶν ὑδάτων κατακλυσμόν. ζʹ, ηʹ. «Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία. Καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸ τάλαντον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς.» Τὴν μὲν οὖν ἀρετὴν μαργαρίταις ὁ θεῖος ἀπεικάζει λόγος· «Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ζητοῦντι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
