# Interpretatio in xii prophetas minores 81.1908

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1908

νοιαν, ὡς μηδὲν δίχα τῆς ἐκείνου γνώμης δράσαι ποτέ. Οὐ μόνον δὲ τούτοις ταῦτα ὑπέσχετο, ἀλλὰ καὶ τοῖς ὑπομένουσι τὸν ἀγήρω στέφανον, οὓς χρησίμους καὶ ἐπεγνωκότας αὐτὴν ὀνομάζει. Καὶ ὁ τῷ στεφάνῳ δὲ χορηγήσας τὰς ὕλας, Ἰωσίας ὁ τοῦ Σοφονίου, ὃς τῆς ἐντεῦθεν εὐκλείας ἀξιωθήσεται· τοῦτο γὰρ εἶπε· «Καὶ εἰς χάριτα υἱοῦ Σοφονίου.» Εἶτα καὶ περὶ τῶν θείων λέγει χωρῶν. «Καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. (ιεʹ.) Καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσι, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου· καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς.» Οὐ γὰρ μόνον ὑμεῖς οἱ παρόντες ταῦτα δράσετε, ἀλλὰ καὶ οἱ πόῤῥωθεν ὑμῶν οἰκοῦντες πανταχόθεν συνδραμοῦνται, καὶ τῶν καλῶν ὑμῖν τούτων κοινωνήσουσι πόνων. «Καὶ ἔσται, ἐὰν ἀκούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.» Ταῦτα δὲ, φησὶν, ἔσται, καὶ τὸ προσῆκον δέξεται πέρας, ἐὰν ὑμεῖς τοῖς θείοις ὑπακούσητε λόγοις. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ, γʹ. «Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐννάτου, ὅς ἐστι Χασλεῦ (ὃν ἡμεῖς Ἀπέλλαιον ὀνομάζομεν)· Καὶ ἀπέστειλεν εἰς Βεθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, ἐξιλάσασθαι τὸν Κύριον, λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος, καὶ πρὸς τοὺς προφήτας. Εἰ εἰσῆλθεν ὧδε ἐν τῷ πέμπτῳ μηνὶ τὸ ἁγίασμα, ἢ νηστεύσω καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη;» Τούτους τινὲς τῶν ὑπὸ τοῦ Σαλμανασὰρ μετοικισθέντων Χουθαίων τε καὶ τῶν ἄλλων ἐθνῶν, οὓς Σαμαρείτας οἱ μετὰ ταῦτα προσηγορεύκασιν, ἡγεμόνας ἔφασαν εἶναι. Εἴτε δὲ τούτων, εἴτε ἄλλων ἐθνῶν (οὐ γὰρ ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ), δῆλον ὡς ἀλλόφυλοι ὄντες ἀλλοφύλων ἡγοῦντο· ἀλλ' ὅμως ἐκ γειτόνων οἰκοῦντες πολλὴν παρὰ τῶν προφητῶν καὶ τῶν ἄλλων εὐσεβῶν ὠφέλειαν ἐδέξαντο· ὅθεν θυσίας ἐξέπεμψαν τῷ Θεῷ, καὶ μαθεῖν παρὰ τῶν ἱερέων καὶ παρὰ τῶν προφητῶν ἐπόθησαν, εἰ τὸν προσήκοντα κόσμον ὁ θεῖος ἀπέλαβεν οἶκος, ἢ δεῖ, φησὶ, διὰ νηστείας πάλιν ἐξιλεώσασθαι τὸν Θεὸν, ὅπερ ἐπὶ πλεῖστον δρῶντες διετελέσαμεν. Ταῦτα ἐκείνων πυθομένων, ποιεῖται μὲν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν λαὸν τὴν διάλεξιν· διὰ τούτων δὲ κἀκείνους τὸ πρακτέον διδάσκει· φησὶ γάρ· εʹ, ϛʹ. «Εἰπὲ πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς, λέγων· Ἐὰν νηστεύσητε, ἢ κόψητε ἐν τῷ πέμπτῳ καὶ ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε, ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε, καὶ πίνετε;» Μὴ οἴεσθε, φησὶν, ἐμοί τι κέρδος ἀπὸ τῆς ὑμετέρας πορίζειν νηστείας· κἂν γὰρ μυριάκις

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
