# Interpretatio in xii prophetas minores 81.1916

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1916

τὸ πέρας. Οὕτω παραθαῤῥύνας αὐτοὺς, πάλιν ἐπ' ἀρετὴν προτρέπει, καὶ εἰσηγεῖται τὰ πρακτέα. «Θαρσεῖτε· (ιϛʹ.) Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε.» Πρὸ πάντων τιμᾶν ἀλήθειαν κελεύει. «Λαλεῖτε γὰρ, φησὶν, ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ.» Εἶτα καὶ τοῖς περί τινων ζυγομαχοῦσι πραγμάτων εἰρήνην βραβεύειν. «Κρῖμα γὰρ εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν.» Καὶ τὴν μνησικακίαν δὲ τῶν ψυχῶν ἐξελαύνειν. ιζʹ. «Καὶ ἕκαστος γὰρ, φησὶν, τοῦ πλησίον αὑτοῦ τὴν κακίαν μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν.» Καὶ ὀμνύντας δὲ ἐμπεδοῦν τοὺς ὅρκους, καὶ τὸ ψεῦδος μυσάττεσθαι. «Ὅρκον γὰρ, φησὶ, ψευδῆ μὴ ἀγαπᾶτε· πάντα γὰρ τὰ τοιαῦτα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» Εἶτα, ἐπειδὴ ἄνω ἔφη αὐτὸς μηδεμίαν ἐκ τῆς νηστείας ὠφέλειαν καρποῦσθαι (ἔφη δὲ τοῦτο διὰ τοὺς οἰομένους τούτῳ μόνῳ τὸν Θεὸν θεραπεύεσθαι), διδάξας ἅπαντα τὰ εἴδη τῆς ἀρετῆς, νομοθετεῖ μετὰ τούτων καὶ τὴν νηστείαν. ιθʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετρὰς, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη, ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.» Δῆλον δὲ ὅτι τετράδα, καὶ πέμπτην, καὶ ἑβδόμην, οὐ τῆς ἑβδομάδος, ἀλλὰ τοῦ μηνὸς ὀνομάζει, διότι καὶ δεκάτην ἐπήγαγε. Νηστεύοντες, φησὶ, μὴ ἀνιᾶσθε διὰ τὴν ἀσιτίαν, ἀλλὰ διὰ τὴν ἐκ τῆς κακουχίας φυομένην ὠφέλειαν εὐφραίνεσθε· καὶ μετὰ νηστείας δὲ καὶ ἄνευ ταύτης τὴν περὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην διάθεσιν ἔχετε. Ἰστέον δὲ ὡς οἱ ἄλλοι ἑρμηνευταὶ, Ἀκύλας, φημὶ, καὶ Θεοδοτίων, καὶ Σύμμαχος, οὐ τὴν τετράδα λέγει, καὶ πέμπτην, καὶ ἑβδόμην, καὶ δεκάτην νηστεύειν, ἀλλὰ νηστείαν ἔφασαν συμφώνως οἱ τρεῖς, ἡ τοῦ τετάρτου, καὶ ἡ τοῦ πέμπτου, καὶ ἡ τοῦ ἑβδόμου, καὶ ἡ τοῦ δεκάτου· ὡς εἶναι δῆλον, ὅτι ἐν τῷ τετάρτῳ, καὶ τῷ πέμπτῳ, καὶ τῷ ἑβδόμῳ, καὶ τῷ δεκάτῳ μηνὶ νηστείαν προσέταξε. κʹ—κεʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἥξουσι λαοὶ πολλοὶ, καὶ κατοικοῦντες πόλεις πολλάς. Καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν πορευόμενοι δεηθῆναι τοῦ προσώπου Κυρίου παντοκράτορος. Καὶ ἥξουσι λαοὶ πολλοὶ, καὶ ἔθνη πολλὰ, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου.» Οὕτως ἐπίσημος ἔσται καὶ περίβλεπτος ἡ Ἱερουσαλὴμ, ὡς τοὺς τὰς ἄλλας οἰκοῦντας πόλεις παρ' ἀλλήλους φοιτῶντας προτρέπειν εἰς εὐσέβειαν ἀλλήλους, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
