Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1917
Not analysed yet
διεγείρειν· ὥστε τὰ ἐν χερσὶ καταλιπόντας, εἰς ταύτην συνιέναι τὴν πόλιν, καὶ τοῦ Θεοῦ ζητεῖν τὴν εὐμένειαν· καὶ λέγειν ἕκαστον· Κἀγὼ πορεύσομαι, καὶ σὺν ὑμῖν ἀπελεύσομαι. Καὶ τοῦτο ποιήσουσιν, οὐ μόνον οἱ ἐξ Ἱερουσαλὴμ τὸ γένος κατάγοντες, ἀλλὰ καὶ ἀλλόφυλα ἔθνη τῆς θείας ἐπικουρίας ἀπολαῦσαι ποθοῦντα. Καὶ ταῦτα γεγένηται μὲν ἀμυδρῶς μετὰ τὴν ἐπὶ τοῦ Ζοροβάβελ γεγενημένην οἰκοδομίαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν διὰ σαρκὸς ἐπιφάνειαν, πᾶσαν γῆν καὶ θάλατταν ἔστιν ἰδεῖν εἰς ἐκείνην τὴν πόλιν συντρέχουσαν, καὶ τὰ τῶν σωτηρίων παθημάτων χωρία ποθοῦσαν ἰδεῖν. Τούτοις καὶ τὰ ἐπαγόμενα συμβαίνει. κγʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐπιλήψονται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλήψονται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν.» Οὕτως τοὺς ἱεροὺς ἀποστόλους, ἐξ Ἰουδαίων τὸ γένος κατάγοντας, ἐπόθουν οἱ ἐξ ἐθνῶν τῆς κλήσεως ἀξιωθέντες, πιστεύοντες δι' αὐτῶν ἀπολαύσεσθαι τῆς σωτηρίας. Οὕτω Φιλιππήσιοι τὸν θεσπέσιον Παῦλον ἐπόθουν· οὕτω Θεσσαλονικεῖς, οὕτω Κορίνθιοι, οὕτω πάντα τὰ ἔθνη· οὕτως ὁ μακάριος Ὀνησιφόρος εἰς τὴν πόλιν ἔδραμεν, ἵνα αὐτῷ τῆς θεραπείας προσενέγκῃ τὸ χρέος· οὕτως ὁ μακάριος Τῖτος, οὕτως ὁ Τρόφιμος, μέχρις ἐσχάτων αὐτῷ κινδύνων ἀκολουθήσαντες. Εἰ δὲ καὶ Ἰουδαίων ἐπανελθόντων ἐκ Βαβυλῶνος ἐθαύμασάν τινες τῶν ἐθνῶν τὸ τῆς ἐλευθερίας παράδοξον, καὶ τὸν τούτων Θεὸν ἀληθῆ Θεὸν ἐπίστευσαν εἶναι, καί τισι τῶν Ἰουδαίων ἀκολουθήσαντες, μαθεῖν παρ' αὐτῶν ἐπόθησαν τὴν ἀλήθειαν, οὐ λυμαίνεται τοῖς παρ' ἡμῶν εἰρημένοις, ἀλλὰ καὶ προσμαρτυρεῖ τὴν ἀλήθειαν. Τύπος γὰρ τῶν ἡμετέρων τὰ παλαιά. Ὁμοιότητα δὲ προσήκει τὴν εἰκόνα ἔχειν πρὸς τὸ ἀρχέτυπον. Ὥστε εἰ ἀληθὴς οὗτος ὁ λόγος, κατ' Ἰουδαίους, ἀληθὴς κἀκεῖνος· σκιὰ γὰρ ταῦτα ἐκείνων. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν. ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ, βʹ. «Λῆμμα λόγου Κυρίου ἐν γῇ Ἁδρὰχ, καὶ Δαμασκὸς θυσία αὐτοῦ (οἱ δὲ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν, Καὶ ἐν Δαμασκῷ ἀνάπαυσις αὐτοῦ)· ὅτι Κύριος ἐφορᾷ ἀνθρώπους.» «Καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραὴλ, καὶ Ἠμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς.» Ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Καὶ ἐν Ἠμὰθ τῇ ὁμορούσῃ αὐτῇ. Προλέγει τοίνυν ὅτι καὶ αὗται αἱ πάλαι δυσσεβοῦσαι πόλεις, Ἁδρὰχ, καὶ Δαμασκὸς, καὶ Ἠμὰθ, θυσίας προσοίσουσι τῷ Θεῷ, τῆς προτέρας πλάνης ἀπαλλαγεῖσαι. Ὁ γὰρ πάντας ἐφορῶν ἀνθρώπους, καὶ οὐ μόνας τοῦ Ἰσραὴλ τὰς φυλὰς, καὶ τούτων ἐπιμελήσεται, Ἁδρὰχ δὲ πόλις ἐστὶ τῆς Ἀραβίας· ἡ δὲ Ἠμὰθ, ἡ νῦν Ἐπιφάνεια προσαγορευομένη· Ἠμὰθ δὲ τὴν μεγάλην τὴν Ἐμίσαν ὀνομά-