# Interpretatio in xii prophetas minores 81.1920

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1920

ζει ἡ θεία Γραφή. Αὗται μὲν οὖν, τῷ τῆς θεογνωσίας καταυγασθεῖσαι φωτὶ, τὰ προσήκοντα δράσουσι. «Τύρος δὲ καὶ Σιδὼν, ὅτι ἐφρόνησαν σφόδρα. (γʹ—εʹ.) Καὶ ᾠκοδόμησε Τύρος ὀχύρωμα αὑτῆς, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ χρυσίον ὡς πηλὸν ὁδῶν. Διὰ τοῦτο Κύριος κληρονομήσει αὐτοὺς, καὶ πατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. Ὄψεται Ἀσκάλων, καὶ φοβηθήσεται Γάζα, καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι κατῃσχύνθη ἐπὶ τῷ παραπτώματι αὑτῆς, καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθήσεται.» Ἡ Τύρος, φησὶ, καὶ Σιδὼν, ἐπὶ πλούτῳ βρενθυόμεναι, καὶ τοῖς ὀχυροῖς περιβόλοις θαῤῥοῦσαι, συμφοραῖς παντοίαις παραδοθήσονται. Τὰ μὲν γὰρ αὐτῶν ἡ θάλαττα ἐπικλύσασα ὑποβρύχια δείξει· τὰ δὲ πυρὶ καταναλωθήσεται, τοῦ Θεοῦ τῶν ὅλων ταύτην κατ' αὐτῶν τὴν ψῆφον ἐκφέροντος. Τὸ δὲ, Κύριος κληρονομήσει αὐτοὺς, ταύτην ἔχει τὴν ἑρμηνείαν· Ἐπειδὴ σφᾶς αὐτοὺς τῆς θείας κηδεμονίας ἀφώρισαν, πεῖραν τῆς αὐτοῦ δυνάμεως λήψονται. Ταῦτα δὲ ἡ Ἀσκάλων ὁρῶσα, καὶ ἡ Γάζα, περιδεεῖς ἔσονται, καὶ μετὰ τῆς Ἀκκάρων ὀλοφυρόμενοι διατελοῦσιν· ὅτι κατῃσχύνθη, τουτέστι ἡ Τύρος, ἐπὶ τῷ παραπτώματι αὑτῆς. Ἀλλὰ μὴν καὶ τῆς Γάζης καταπαύσω τὴν βασιλείαν, καὶ τὴν Ἀσκάλωνα γυμνὴν τῶν οἰκητόρων ἀποφανῶ, καὶ ἀλλογενεῖς αὐτήν τε καὶ τὴν Ἄζωτον κατοικεῖν παρασκευάσω. Τὸ γὰρ, Ἀσκάλων οὐ μὴ κατοικηθῇ, περὶ τῶν τότε ἀνθρώπων λέγει, οὓς σφαγῇ τε καὶ δουλείᾳ παρέδωκε. Διότι ἐπήγαγεν· ϛʹ, ζʹ. «Καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων, καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ τοῦ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου τῶν ὀδόντων αὐτῶν.» Μήτηρ ἄρα εὐεργεσίας ἡ ὑπὸ τοῦ Θεοῦ ἐπιφερομένη παιδεία· διὰ ταύτην γὰρ καὶ τοὺς ἀλλοφύλους ἔφη τῆς μὲν προτέρας παύεσθαι παρανομίας καὶ δυσσεβείας, τοῦ δὲ Θεοῦ τὴν ἐπίγνωσιν δέχεσθαι. Τοῦτο γὰρ ἐδήλωσεν εὐθὺς ἐπαγαγών· «Καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχοι ἐν τῷ Ἰούδᾳ, καὶ ὁ Ἀκκάρων ὡς ὁ Ἰεβουσαῖος.» Βδελυξάμενοι γὰρ τὰς τῶν εἰδώλων θυσίας, ὧν πρὶν ἐνεπίμπλαντο, ὑπὸ τὴν τοῦ Θεοῦ κηδεμονίαν ἑαυτοὺς τάξουσι, καὶ τῷ Ἰούδᾳ συγκαταλεγόμενοι, δίκην τινῶν διαπρέψουσι χιλιάρχων, καὶ τοῖς οἰκοῦσι τὴν Ἱερουσαλὴμ ὁμότιμοι γενήσονται. Τούτους γὰρ Ἰεβουσαίους ἐκάλεσεν· Ἰεβοὺς γὰρ αὕτη πάλαι προσηγορεύετο. ηʹ. «Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα, τοῦ μὴ διαπορεύεσθαι, μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς οὐκέτι ἐξελαύνων· διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου.» Περίβλεπτον τὸν ἐμὸν οἶκον ἀποφανῶ, καὶ δυνάμενος τὸν ἐμὸν ἐμπλήσω λαὸν, ὥστε τοὺς ἐπιέναι τολμῶντας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
