# Interpretatio in xii prophetas minores 81.1925

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1925

ἔπλησα τὸν Ἐφραῒμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου, Σιὼν, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.» Ἰούδαν καὶ Ἐφραῒμ τοὺς ἐκ τούτων κατάγοντας τὸ γένος καλεῖ, οὓς ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων ἐστράτευσεν, ὅπλα αὐτοῖς δεδωκὼς, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, ὥστε αὐτοὺς ἀνθρωπίνους λογισμοὺς καθελεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτεῦσαι πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Τούτους ἔφη, ὡς τόξον ἐντεῖναι, καὶ ὡς ῥομφαίαν μαχητοῦ ψηλαφῆσαι. Διὰ τούτων τὴν τῶν φιλοσόφων ματαιοτεχνίαν κατέλυσε· διὰ τούτων τὴν οἰκουμένην ἐδίδαξε τὴν εὐσέβειαν. Περὶ τούτων ὁ προφητικὸς οὕτω φησὶ λόγος· «Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.» Ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν Μακεδόνων, ὡς ἐν τύπῳ, πέρας ἔσχεν ἡ προφητείᾳ. Ὁρμήσαντα γὰρ τῆς Σιὼν τὰ τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων, ἐτρέψαντό τε τὰς πολλὰς τῶν Μακεδόνων μυριάδας, καὶ τρόπαιον ἐγείραντες ἐπανῆλθον νικηφόροι, καὶ τὸ καταλυθὲν θυσιαστήριον ἤγειραν. Ταῦτα δὲ εἰργάσαντο, τοῦ Θεοῦ τῶν ὅλων ὑπερμαχήσαντος, καὶ τὴν ἄμαχον παρασχόντος ἐπικουρίαν. Τοῦτο γὰρ καὶ ὁ προφήτης φησί. ιδʹ. «Καὶ Κύριος ἐπ' αὐτοὺς ὀφθήσεται, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὑτοῦ.» Ἐπαμῦναι αὐτοῖς ἐθελήσας, καὶ βρονταῖς αὐτοὺς ἐκτυπήσει, καὶ ἀστραπαῖς ἐκδειματώσει, καὶ οἷόν τισι σφενδόναις τοῖς νέφεσι χρώμενος, τοῖς τῆς χαλάζης λίθοις κατακοντίσει, καὶ τούτοις αὐτοὺς συγχώσει. «Καὶ ἐκπίονται, φησὶ, τὸ αἷμα αὐτῶν, ὡς ὕδωρ.» Ἀντὶ τοῦ, ἡδονὴν ἀπὸ τῆς νίκης πλείστην ὅσην καρπώσονται. Οὐ γὰρ αἵματος ἀνθρωπείου πόσιν λέγει· πῶς γὰρ, ὅς γε καὶ τῶν κτηνῶν τὸ αἷμα, καὶ τοῖς πρὸ νόμου, καὶ τοῖς ἐν νόμῳ, ἐσθίειν ἀπαγορεύει; «Καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον·» ἀντὶ τοῦ, τῶν ἀπὸ τῆς λείας θυμάτων. ιϛʹ. «Καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὑτοῦ· διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.» Τῶν γὰρ ἁγίων εἵνεκα καὶ τοὺς ἄλλους περισώσει ὁ Θεὸς, καὶ οἷα δὴ πρόβατα οἰκεῖα τῶν ἐπιόντων ἐλευθερώσει θηρίων. ιζʹ. «Εἴ τι γὰρ ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.» ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. «Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθ' ὥραν πρῴϊμον καὶ ὄψιμον· Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμέριον δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
