# Interpretatio in xii prophetas minores 81.1928

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1928

ἐν ἀγρῷ.» Αὐτὸς, φησὶ, καὶ σῖτον καὶ οἶνον χορηγεῖ, ὥστε καὶ νεανίσκους τῷ σίτῳ στηρίζεσθαι, καὶ τὰς παρθένους τὴν ἀπὸ τοῦ οἴνου εὐφροσύνην καρποῦσθαι. Ἐπὶ τῆς εὐφροσύνης γὰρ τὸν οἶνον κἀνταῦθα τέθεικε. Ταῦτα τοίνυν εἰδότες, καὶ τὸν πρώϊμον, καὶ τὸν ὄψιμον ὑετὸν εἰς καιρὸν αἰτεῖτε τὸν δοῦναι δυνάμενον. Αὐτὸς γὰρ καὶ ὑετοῦ χορηγὸς, καὶ τῶν ἄλλων δημιουργὸς, ἃ εἰς φόβον εἴωθε γίνεσθαι τῶν ἀνθρώπων· ἀστραπὰς γὰρ εἰς ὑετὸν ἐποίησε. Τὰ τοιαῦτα φαντασίαν ἐκάλεσεν, ὡς ἐκπλήττοντα τοὺς ἀνθρώπους· διὰ τούτων δὲ καὶ ἀπὸ γῆς γεννῶνται καρποί. Ὁ μὲν οὖν ἀληθὴς Θεὸς τὰ τοιαῦτα καὶ ἐργάζεται καὶ χαρίζεται. βʹ. «Οἱ δὲ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν· μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα, καὶ ἐκακώθησαν, ὅτι οὐκ ἦν ἴασις.» Πάντα τοῦ διαβόλου τὸν χορὸν εἰς μέσον παραγαγὼν, τοὺς μάντεις, τοὺς ἀστερομάντεις, τοὺς ὀνειροπόλους, καὶ τὸ ψεῦδος αὐτῶν διήλεγξε, καὶ τὴν τιμωρίαν ὑπέδειξεν. γʹ. «Εἰς τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνούς μου ἐπισκέψομαι.» Τοὺς μὲν γὰρ κακῶς ἄρξαντας αἰχμαλωσίᾳ παρέδωκα, τοὺς δὲ ἀρχομένους ἐκεῖθεν ἐπανήγαγον, καὶ τῆς ἐμῆς ἀξιῶ κηδεμονίας. «Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὑτοῦ, τὸν οἶκον Ἰούδα· καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὑτοῦ ἐν πολέμῳ.» Καὶ ἀποδείξω αὐτοὺς, φησὶν, ἐν τῷ τοῦ πολέμου καιρῷ, οἷόν τινα ἵππον ἐπὶ κάλλει καὶ δυνάμει γαυριῶντα, καὶ ἀδεῶς ἐπὶ τὰ πρόσωπα χωροῦντα, καὶ οὐ δεηθήσεται βοηθείας ἑτέρας. δʹ, εʹ. «Ἐξ αὐτοῦ γὰρ, φησὶν, ἐπέβλεψε, καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον αὐτοῦ ἐν πνεύματι θυμοῦ, ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ἐξελαύνων ἐν αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, ὅτι Κύριος μετ' αὐτῶν, καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.» Οὔτε ὅπλοις, φησὶν, ἀλλοτρίοις χρήσονται, οὔτε ξενικὰ μισθώσονται· ἀλλ' ἐξ αὐτῶν ὁ στρατηγὸς, ἐξ αὐτῶν οἱ ταξίαρχοι, αὐτοὶ νικήσουσιν ἀριστεύοντες, καὶ δίκην πηλοῦ συμπατήσουσι τῶν πολεμίων τὴν φάλαγγα. Καθάπερ γὰρ ἐκεῖνος τοῖς ποσὶν ἐπιβαίνουσιν εἴκει, οὕτω κἀκεῖνοι τραπήσονται, καὶ φεύγοντες κατακοντισθήσονται, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος ταύτης ἡγεῖται τῆς στρατηγίας. ϛʹ. «Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτούς.» Οὕτω δὲ πάντας, φησὶν, αὐτῶν τοὺς ἐχθροὺς παραδοὺς τῷ θανάτῳ, οἰκῆσαι αὐτοὺς ἐν εἰρήνῃ τὴν γῆν τὴν πατρῴαν παρασκευάσω. Καὶ τὴν αἰτίαν δεικνὺς, ἐπ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
