# Interpretatio in xii prophetas minores 81.1940

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1940

τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.» Ταῦτα τὰ δεινὰ καὶ χαλεπὰ διηγήματα, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπότης προλέγει. «Ἔσται γὰρ, φησὶ, θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδ' οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτούς μου κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.» Ταῦτα καὶ ὁ Προφήτης φησὶν, ὅτι «Τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει·» τὴν ὑπερβολὴν τῶν κακῶν διὰ τούτων σημαίνων. Ποιμένα δὲ αὐτῶν ἄπειρον, ἢ ἄφρονα, κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὀνομάζει, ὡς ἐξαπατώμενον μὲν ὑπὸ τῆς διαβολικῆς ἐνεργείας, τὸν ὡρισμένον δὲ αὐτῶν ὄλεθρον ἀγνοοῦντα· ἄφρονα δὲ ἡ θεία Γραφὴ καὶ τὸν δυσσεβῆ εἴωθεν ὀνομάζειν. «Εἶπε γὰρ, φησὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός.» Δείξας αὐτοῦ τοίνυν ὁ Προφήτης τὴν θηριώδη γνώμην, καὶ τὴν ἐσομένην αὐτῷ πανωλεθρίαν σημαίνει. ιζʹ. «Ὢ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ καταλελοιπότες τὰ πρόβατα.« Ταῦτα πρὸς τοὺς ἐκείνῳ πειθομένους εἰρηκὼς, καὶ θρηνήσας αὐτοὺς, ὡς μὲν τῶν προβάτων τὴν κοινωνίαν καταλελοιπότας, τὴν ματαίαν δὲ καὶ ὀλέθριον τιμὴν τὴν ὑπ' ἐκείνου δεδομένην προελομένους, τὰ περὶ ἐκείνου διέξεισι. «Μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐπὶ τὸν ὀφθαλμὸν αὐτοῦ τὸν δεξιόν.» Ὁ μὲν γὰρ πρὸς τὸν αἰώνιον ὄλεθρον ποδηγεῖ τοὺς πειθομένους, ὁ δὲ τοὺς ἀντιλέγοντας σφαγῇ παραδίδωσιν. Ἐπὶ μὲν γὰρ τῆς σφαγῆς τὸν βραχίονα τέθεικεν· ἐπὶ δὲ τῆς ἐξαπάτης τὸν ὀφθαλμόν· ἀλλ' ὅμως καὶ «ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς ἐκτυφλούμενος ἐκτυφλωθήσεται.» Καταλήψεται γὰρ αὐτὸν θεήλατος πληγή. Οὕτω καὶ ὁ Ἀπόστολός φησιν· «Ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους.» Ταῦτα Ἀντιόχῳ τῷ Ἐπιφανεῖ προσήρμοσάν τινες τῶν τόνδε τὸν προφήτην ἑρμηνευκότων, ποιμένα ἄπειρον αὐτὸν ὠνομᾶσθαι φήσαντες. Πολλῷ τοίνυν τούτῳ μᾶλλον ἁρμόττει, ἐπειδὴ τούτου τύπος ἐκεῖνος. Καθάπερ γὰρ ἐκεῖνος τὴν περὶ τὸν Θεὸν ἀνεδέξατο μάχην, ἐν τῷ ναῷ δαιμόνων ἀναστήσας βωμὸν, καὶ τοὺς ἀνακειμένους τῷ Θεῷ θύειν δαίμοσιν ἀναγκάσας· οὕτω καὶ οὗτος ἀρνηθῆναι μὲν τὸν Δεσπότην Χριστὸν προστάξει τοὺς εὐσεβοῦντας, τοὺς δὲ μὴ πειθομένους τιμωρίαις παραδώσει παντοδαπαῖς. Εἰ τοίνυν Ἀντιόχῳ ἡ προφητεία ἁρμόττει, καὶ τούτῳ πάντως ἁρμόσει· μείζονα γὰρ οὗτος ἢ ἐκεῖνος τολμήσει, ἅτε δὴ πρὸς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
