# Interpretatio in xii prophetas minores 81.1948

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1948

Σύμμαχον, «Ἔσται, φησὶν, ἀνοιγομένη πηγὴ τῷ οἴκῳ Δαβίδ.» Τίς δὲ αὕτη, αὐτὸς ὁ Κύριος διὰ Ἱερεμίου διδάσκει· «Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς.» Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Καὶ, «Ἔσται τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Αὕτη ἀνεῴγη τῷ οἴκῳ Δαβίδ· ἐξ ἐκείνης γὰρ τῆς συγγενείας τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβεν. Ἀνεῴγη δὲ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, εἰς τὴν μετακίνησιν τὴν ἀπὸ τῆς Παλαιᾶς Διαθήκης ἐπὶ τὴν Καινὴν γεγενημένην, καὶ εἰς τὸν ῥαντισμὸν τοῦ ἁγίου βαπτίσματος, δι' οὗ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδεξάμεθα. Τηνικαῦτα, φησὶν ὁ τῶν δυνάμεων Κύριος· βʹ—δʹ. Ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐροῦσι πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὑτοῦ, ἐν τῷ προφητεύειν αὐτοὺς, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην, ἀνθ' ὧν ἐψεύσαντο.» Δῆλον δὲ, ὅτι καὶ τοῦτο διὰ τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων ἐγένετο. Οὐ μόνον δὲ τῶν εἰδώλων, φησὶ, κατασβέσω τὸ ψεῦδος, ἀλλὰ καὶ τοὺς μαντείαις χρωμένους, καὶ ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργουμένους, ταύτης ἐλευθερώσω τῆς πλάνης. Τοσαύτη γὰρ εὐσέβεια καθέξει τὴν οἰκουμένην, ὥστε μήτε πατέρα, μήτε μητέρα φείδεσθαι παιδὸς πειρωμένου μαντεύεσθαι, ἀλλὰ καὶ δεσμὰ αὐτῷ περιβάλλειν, καὶ μάστιγας ἐπιφέρειν, καὶ θάνατον ἀπειλεῖν. Καὶ πάντες δὲ οἱ τὰ ψευδῆ προλέγειν αἱρούμενοι, θεώμενοι τῆς εὐσεβείας τὴν ἐπικράτειαν, πένθιμον περιβαλοῦνται σχῆμα. Τὸ γὰρ, «Ἐνδύσονται δέῤῥιν τριχίνην,» τοῦτο δηλοῖ. Τοσούτῳ δὲ κατασχεθήσονται δέει, ὡς ἀρνηθῆναι μὲν τὴν πλάνην, γεωργίαν δὲ ἀντ' ἐκείνης ἀσπάζεσθαι, καὶ λέγειν πᾶσιν, ὅτι Εὐθὺς τεχθεὶς ταύτην παρὰ τῶν πατέρων ἐδιδάχθην τὴν τέχνην. εʹ, ϛʹ. «Ἐρεῖ γὰρ, φησίν· Οὐκ εἰμὶ προφήτης ἐγὼ, ὅτι ἄνθρωπος ἐργαζόμενος γῆν ἐγώ εἰμι καὶ ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. Καὶ ἐροῦσι πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν ὤμων σου; Καὶ ἐρεῖ· Ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.» Τοιαύτας γὰρ δέξεται παρὰ τῶν γεγεννηκότων πληγὰς, ὡς μέχρι πολλοῦ φέρειν ἐναργῆ τὰ σημεῖα, καὶ ἐρωτώμενον ὑπὸ τῶν ταῦτα ὁρώντων, πόθεν ταύτας ἐδέξατο τὰς αἰκίας, λέγειν προφανῶς, ὅτι ταύτας αὐτῷ οἱ γεγεννηκότες ὡς ἀγαπῶντες ἐπέθεσαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
