# Interpretatio in xii prophetas minores 81.1957

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1957

σώματα αὐτῶν ἐκτακήσονται φησὶ, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐκκοπήσονται, καὶ φθορὰν ὑπομενοῦσιν αἱ γλῶσσαι· ἔξω δὲ αὐτοὺς τῶν οἰκείων καταστήσας φρενῶν τῶν ὅλων ὁ Κύριος, κατ' ἀλλήλων αὐτοὺς χωρῆσαι παρασκευάσει, ὥστε ταῖς ἀλλήλων δεξιαῖς τῷ θανάτῳ παραπεμφθῆναι· οἱ δὲ ὑπὸ τοῦ Θεοῦ στρατηγούμενοι Ἰουδαῖοι θεαταὶ μόνον τοῦ θανάτου γενόμενοι, τὸν ἐκείνων σκυλεύσουσι πλοῦτον, χρυσὸν ὅτι πλεῖστον, καὶ ἄργυρον, καὶ ἐσθῆτα πολύτιμον κομιζόμενοι· οἱ γὰρ ἵπποι, σὺν τοῖς ὄνοις, καὶ ἡμιόνοις, καὶ καμήλοις, φθορᾷ μετὰ τῶν ἀνθρώπων παραδοθήσονται. ιϛʹ. «Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται ἐνιαυτὸν κατ' ἐνιαυτὸν τοῦ προσκυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Ταύτης δὲ τῆς νίκης, φησὶ, γενομένης, τοσοῦτο δέος ἐπιπεσεῖται τοῖς καταλειπομένοις τῶν ἀλλοφύλων ἐθνῶν, ὡς κατ' ἐνιαυτὸν εἰς τὴν Ἱερουσαλὴμ τρέχειν, καὶ τῷ Κυρίῳ τῶν ὅλων τὸ σέβας προσφέρειν, καὶ μετὰ τοῦ λαοῦ πανηγυρίζειν τῆς Σκηνοπηγίας τὴν ἑορτήν· ἐπιτήδειος γὰρ εἰς ἀποδημίας ὁ ταύτης καιρὸς, θέρους ὑπάρχων καιρός. ιζʹ—ιθʹ. «Καὶ ἔσται, ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πληγὴ, ἢν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Ὅσοι δὲ, φησὶ, τῶν ἐθνῶν εὐσεβεῖν δοκιμάσαντες, εἶτα κατολιγωρήσαντες ὧν εὖ καὶ καλῶς προείλαντο, μὴ ἀφίκωνται κατὰ τὸ ἔθος εἰς τὴν προειρημένην πανήγυριν, ταυτὰ πείσονται τοῖς ἐπιστρατεύσασι καὶ δεξαμένοις τὴν τιμωρίαν. Καὶ οὗτοι γὰρ, φησὶν, «ἐκείνοις προστεθήσονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός·» ἀντὶ τοῦ, φιλανθρωπίας οὐδεμιᾶς ἀπολαύσουσιν. Εἴτε δὲ Αἰγύπτιοι, εἴτε ἄλλοι τινὲς, ἐκπλαγέντες τὴν τοῦ Θεοῦ δύναμιν, καταμελήσωσι ταύτης τῆς ἑορτῆς, καὶ τὸ προσῆκον ἐν αὐτῇ τῷ Θεῷ μὴ προσενέγκωσι σέβας, καὶ ἐπ' αὐτοῖς, φησὶν ἔσται ἡ πτῶσις· ἐπειδὴ χαλεπὰ πλημμελοῦσι, μεμαθηκότες μὲν τὴν τῶν οἰκείων εἰδώλων ἀσθένειαν, προφανῶς δὲ θεασάμενοι τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τῇ προτέρᾳ ῥᾳθυμίᾳ προσμένοντες. κʹ, καʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον Κυρίῳ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου, ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. Καὶ ἔσται πᾶς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
