# Interpretatio in xii prophetas minores 81.1964

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1964

»ἠγάπησα δὲ τὸν Ἰακὼβ,» ὡς ἀρετῆς ἐραστήν. Καὶ μέντοι καὶ τὸ γένος τοῦ Ἡσαῦ, ἐπειδὴ τοῦ προπάτορος τὸν τρόπον ἐζήλωσεν, ἀμελούμενον παρ' ἐμοῦ διετέλεσε. Διόπερ καὶ τὴν ἐρημίαν ταύτην ὑπέμεινε· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. «Καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν, καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου. (δʹ.) Διότι ἐὰν εἴπῃ· Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν, καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ· Αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω, καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς, ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.» Κἂν γὰρ ἐπιχειρήσωσι τὰς οἰκείας οἰκοδομῆσαι πόλεις, ψευδεῖς αὐτῶν ἀποφανῶ τὰς ἐλπίδας, καὶ λήψονται τῆς ἀνομίας τὴν ἐρημίαν καρπόν. Τοῦτο γὰρ εἶπε· «Καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας.» Καὶ ταύτην παρ' ἐμοῦ μέχρι τέλους λήψονται τὴν ἀράν. εʹ. «Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε· Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων Ἰσραήλ.» Τοῦτο δὲ θεασάμενοι γνώσεσθε, ὅσης ὑμεῖς ἀπολαύετε παρ' ἐμοῦ προμηθείας. Οὕτω δείξας ἣν ἔσχε περὶ αὐτοὺς ἀγάπην, τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην ἐλέγχει. ϛʹ. «Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὑτοῦ φοβηθήσεται· καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.» Δύο, φησὶ, διαθέσεις ἐν τοῖς ἀρχομένοις ἅπασι πολιτεύονται, ἀγάπη καὶ φόβος· ἀλλ' ἡ μὲν υἱοῖς, ἡ δὲ δούλοις ἁρμόττει. Ἐγὼ δὲ ὑμῖν ἀμφοτέρων τῶν ὀνομάτων μετέδωκα· οὐ γὰρ μόνον δούλους, ἀλλὰ καὶ υἱοὺς προσηγόρευσα· «Ἐγὼ γὰρ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Καί· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Καί· «Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Εἰ μὲν οὖν τὴν τῶν υἱῶν προσηγορίαν ἀσπάζεσθε, δείξασθε τὸ γέρας, ὅπερ ὡς πατρὶ προσφέρειν ἐπείγεσθε. Εἰ δὲ δούλους σφᾶς αὐτοὺς ὑπολαμβάνετε, τί δήποτε τὸ δέος, ὃ προσήκει δούλους ἔχειν, οὐκ ἔχετε; καὶ ταῦτα τοιοῦτον ἔχοντες Κύριον, ὃς πάντων ὁμοῦ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων κρατεῖ; Μέχρι μὲν οὖν τούτου κοινῇ πᾶσιν αὐτοῖς ἐπεμέμψατο· ἐντεῦθεν δὲ κατὰ διαίρεσιν τὴν κατηγορίαν ποιεῖται· καὶ πρῶτον τῶν ἱερέων διελέγχει τὰ πλημμελήματα, ἐπειδὴ καὶ μειζόνων ἐγκλημάτων ἦσαν ἄξιοι, οὐ μόνον αὐτοὶ παρανομοῦντες, ἀλλὰ καὶ παρανομίας ἀρχέτυπον τοῖς ἄλλοις γενόμενοι. «Ὑμεῖς οἱ ἱερεῖς, οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε· Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;» Ἡ περὶ τὴν ἱερατικὴν λειτουργίαν ὑμῶν καταφρόνησις εὐτελῆ μέ τινα καὶ οὐδενὸς ἄξιον λόγου παρὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
