# Interpretatio in xii prophetas minores 81.1965

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1965

τοῖς πολλοῖς δείκνυσιν· ὑμεῖς δὲ οὐδὲ τούτου λαμβάνετε αἴσθησιν, οὐδὲ γινώσκειν τὸ πλημμελούμενον βούλεσθε. Τὸ γάρ· «Εἴπατε· Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;» τοῦτο δηλοῖ· οὐκ ἐπειδὴ ῥήμασι τοιούτοις ἐκέχρηντο, ἀλλ' ἐπειδὴ λογισμοὺς τοιούτους ἐκέκτηντο. Εἶτα καὶ τοῦ φαυλισμοῦ λέγει τὰ αἴτια. ζʹ. «Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου τοὺς ἄρτους ἠλισγημένους, καὶ εἴπατε· Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; Ἐν τῷ λέγειν ὑμᾶς· Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστί· καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.» Τοὺς ἠλισγημένους οἱ περὶ τὸν Ἀκύλαν καὶ Σύμμαχον μεμολυσμένους ἡρμηνεύκασιν, ἀντὶ τοῦ, οὐ κατὰ νόμον εἰργασμένους, ἀλλὰ παρανόμως γεγενημένους. Ταῦτα δὲ ἐτολμᾶτε, οὐχ ἡγούμενοι σεπτὴν εἶναι τὴν ἀφιερωμένην μοι τράπεζαν. Εἰ γὰρ ἐκείνῃ τὸ προσῆκον ἀπενείμετε σέβας, πάσης ἂν ἠξιώσατε σπουδῆς τὰ ἐπ' αὐτῆς μοι προσφερόμενα. Ἔπειτα οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς αὐτοῖς ἐγκαλεῖ, ὅτι καὶ τυφλὰ καὶ χωλὰ προσέφερον θύματα, ἄρτια τοῦ νόμου σαφῶς ἱερατεύειν κελεύοντος. Καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολήν· «Προσάγαγε δὴ, φησὶν, αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ.» Εἰ γὰρ ὁ τὴν αὐτήν σοι περικείμενος φύσιν ὕβριν ἡγεῖται καὶ παροινίαν τὴν τοιαύτην τιμὴν, καὶ οὐδὲ παρόντα ἐρυθριᾷ σε, ἀλλὰ τὸ κακῶς προσφερόμενον ἀποπέμπεται δῶρον, σκόπησον, ἡλίκον ἐστὶν ἀσέβημα τὸ τῷ Δημιουργῷ τῶν ὅλων τοιαῦτα προσφέρειν. Εἶτα χρήσασθαι μεταμελείᾳ συμβουλεύει, καὶ τὴν οἰκείαν εὐμένειαν ὑπισχνεῖται. θʹ. «Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν, καὶ δεήθητε αὐτοῦ,» ἵνα ἐλεήσῃ ὑμᾶς. Καὶ πλείονα αὐτοῖς αἴσθησιν ἐντιθεὶς τοῦ τολμήματος, ἐναργέστερον ποιεῖται τὸν ἔλεγχον· Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα, οὐ πατρῴαν ὑμῖν ἐγκαλῶ παρανομίαν, ἀλλ' ἔτι καὶ νῦν ὑφ' ὑμῶν τολμωμένην. «Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα; λέγει Κύριος παντοκράτωρ.» Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον· Δίχα γὰρ μετανοίας ἵλεως ὑμῖν γενήσομαι; ιʹ. «Διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν.» Ἐπειδὴ δὲ ἀναλγησίαν ἐσχάτην νοσεῖτε, οἶδα ὡς τῆς ἐμῆς ὑμᾶς αὐλῆς ἀποπέμψομαι, καὶ οἷόν τινας θύρας ἀποκλείσω, τὴν κατὰ νόμον παύων λατρείαν· οὐ γὰρ ἀνέξομαι μάτην θυσίας προσφέρεσθαι, οὐδενὸς τὴν ἐντεῦθεν ὄνησιν δεχομένου. Οὕτως Ἰουδαίοις προαγορεύσας τῆς νομικῆς ἱερουργίας τὴν παῦλαν, τὴν καθαρὰν καὶ ἀναίμακτον τῶν ἐθνῶν προκηρύττει θυσίαν. Καὶ πρῶτον μὲν πρὸς αὐτοὺς Ἰουδαίους φησίν· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.» Εἶτα τῶν ἐθνῶν προδηλοῖ τὴν εὐσέβειαν·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
