Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1968
Not analysed yet
ιαʹ. Διότι «Ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως δυσμῶν, τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» Ὑμᾶς μὲν οὖν ἀπώσομαι παντελῶς· βδελύττομαι γὰρ κομιδῇ τὰ παρ' ὑμῶν γινόμενα· διότι καὶ τὰς παρ' ὑμῶν προσφερομένας ἀποστρέφομαι θυσίας· ἀνθ' ὑμῶν δὲ πᾶσαν ἔχω σεβομένην τὴν οἰκουμένην. Οἱ γὰρ πᾶσαν οἰκοῦντες τὴν γῆν, ἣν ἥλιος ἀνίσχων τε καὶ δυόμενος καταλάμπει, καὶ θυμίαμά μοι προσοίσουσι πανταχοῦ, καὶ τὴν θυσίαν ἱερεύσουσι τὴν καθαρὰν καὶ φίλην ἐμοί. Γνώσονται γάρ μου τὸ ὄνομα, καὶ τὸ βούλημα, καὶ τὸ πρόσφορον προσάξουσι σέβας. Οὕτω καὶ ὁ Κύριος πρὸς τὴν Σαμαρεῖτιν ἔφη· «Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί.» —»Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ταῦτα πεπαιδευμένος ὁ μακάριος Παῦλος, ἐν παντὶ τόπῳ κελεύει προσεύχεσθαι, αἴροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Καὶ ὁ θεῖος δὲ Μαλαχίας σαφῶς ἡμᾶς διὰ τούτων ἐδίδαξε τὴν νῦν πολιτευομένην εὐσέβειαν· πέπαυται μὲν γὰρ ἡ περιγεγραμμένη τῶν ἱερέων λατρεία, πᾶς δὲ τόπος ἐπιτήδειος εἰς τὴν τοῦ Θεοῦ θεραπείαν νενόμισται· καὶ τῶν μὲν ἀλόγων θυμάτων τέλος ἔλαβεν ἡ σφαγὴ, μόνος δὲ ὁ ἄμωμος ἀμνὸς ἱερεύεται, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὥσπερ τι σύμβολον τῆς ἀρετῆς τὸ εὐῶδες θυμίαμα. Ἰουδαῖοι δὲ κατὰ τὴν θείαν πρόῤῥησιν ἀπεβλήθησαν· διό φησιν πρὸς αὐτούς· «Ὅτι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν. (ιβʹ.) Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, ἐν τῷ λέγειν ὑμᾶς· Τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ.» Εἰς τοσαύτην γὰρ ἀσέβειαν ἐξετράπητε, ὡς μὴ μόνον παρανόμως προσφέρειν, ἀλλὰ καὶ εὐτελῆ προσαγορεύειν τὴν ἀφιερωμένην μοι τράπεζαν· καὶ ἐγκαλούμενοι, τί δήποτε τοιαῦτα δῶρα προσφέρετε, εἰπεῖν τετολμήκατε, ὡς Καὶ ταῦτα μετὰ πολλῶν ἱδρώτων καὶ κόπων συλλέγομεν. Οὗ χάριν καὶ ταύτης ὑμᾶς γυμνώσω τῆς εὐπορίας· ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων ἐσήμανε. ιγʹ. «Καὶ εἴπατε· Ταῦτα ἐκ κακοπαθείας ἐστί. Καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ.» Εἶτα ἐπαρᾶται τοῖς εὐποροῦσι μὲν ἀῤῥένων θρεμμάτων, καὶ ὑποσχομένοις ἱερεῖα ταῦτα προσοίσειν, καὶ καταλιμπάνουσιν μὲν ἐκεῖνα, ἄλλα δὲ ἀντ' ἐκείνων πεπηρωμένα προσφέρουσι. Δι' αὐτῶν γὰρ, φησὶ, μαθεῖν ὑμᾶς δεῖ τῶν πραγμάτων τῆς ἐμῆς βασιλείας καὶ δυναστείας τὸ μέγεθος, ὃ γνώριμον ποιήσω πᾶσι τοῖς ἔθνεσι.