# Interpretatio in xii prophetas minores 81.1969

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1969

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, ὦ ἱερεῖς.» Ἐὰν δὲ μὴ βουληθῆτε σπουδαίως προσχεῖν τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ πάντων ὁμοῦ τὸ σέβας τὸ ἐμὸν προτιμῆσαι, «Ἐξαποστελῶ ἐφ' ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτὴν, καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς καρδίαν ὑμῶν.» Εὐλογίαν καλεῖ τὴν ἱερωσύνην αὐτὴν, ἣν κατὰ θείαν ἔλαβον χάριν· ταύτην ἠπείλησε καταλύσειν καὶ διασκεδάσειν διὰ τὴν περὶ αὐτὴν γεγενημένην ἀτοπίαν. γʹ. «Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ διασκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό.» Τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν· «Ἰδοὺ ἐγὼ ἐπιτιμῶ ὑμῖν σὺν τῷ βραχίονι, καὶ λικμήσω κόπρον ἐπὶ πρόσωπα ὑμῶν, κόπρον ἑορτῶν ὑμῶν.» Ἐπειδὴ γὰρ τοῖς ἱερεῦσι κατὰ νόμον ἀφώριστό τε τὸ στηθύνιον, καὶ ὁ βραχίων ὁ δεξιὸς, ἀπειλεῖ καὶ αὐτοὺς ἀποῤῥίψειν, καὶ τὸν ἀφορισθέντα αὐτοῖς βραχίονα· ἀντὶ δὲ τοῦ στηθυνίου τὸ ἔνυστρον τέθεικε, τὸ τῆς κόπρου δοχεῖον. Πάλαι μὲν γὰρ αὐτοῖς εὐσεβοῦσιν ὁ Θεὸς τὸν βραχίονα τὸν δεξιὸν ἀπένειμεν, ὡς σύμβολον τῆς πρακτικῆς ἀρετῆς· τὸ δὲ στηθύνιον, ὃ τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων. Ἐπειδὴ δὲ καὶ τῆς εὐσεβείας ἑκόντες ἐξέστησαν, καὶ τῆς ἀρετῆς ἐγυμνώθησαν, τὸ ἔνυστρον λέγει, τὸ τῆς κόπρου δοχεῖον, εἰς τὰ πρόσωπα αὐτῶν σκεδαννύναι, τὴν αἰσχύνην καὶ τὴν ἀτιμίαν διὰ τούτων σημαίνων. Τούτου δὲ, φησὶ, γινομένου, γνώσεσθε ὡς ἐγὼ τοῖς ὑμετέροις προγόνοις ἔδωκα τὴν περὶ τῶν θυσιῶν ἐντολήν. Εἶτα μέμνηται διὰ τοῦ Λευῒ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως. Ἔφη γὰρ οὕτως· δʹ. «Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευΐτας, λέγει Κύριος παντοκράτωρ.» Εἶτα τούτοις ἐπήγαγεν· εʹ. «Ἡ διαθήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.» Ταῦτα γὰρ ποιοῦντι, φησὶ, ζωὴν καὶ εἰρήνην ἐπηγγειλάμην μισθόν· τούτου γὰρ εἵνεκα ζωῆς καὶ εἰρήνης αὐτὴν προσηγόρευσε διαθήκην, ὡς ταῦτα προξενοῦσαν τοῖς πειθομένοις. ϛʹ. «Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ ηὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.» Ἡ γὰρ ἁμαρτία τὴν πρὸς Θεὸν ἔχθραν ἐργάζεται· ἡ δικαιοσύνη δὲ πραγματεύεται τὴν εἰρήνην. Λέγει τοίνυν ὅτι τὴν εὐθεῖαν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
