Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1972
Not analysed yet
ὁδεύων, καὶ τιμῶν τὴν ἀλήθειαν, καὶ τὴν ἀδικίαν μυσαττόμενος, ἵλεών με εἶχεν, καὶ τῆς ἐμῆς ἀπολαύων εἰρήνης, πολλοῖς πλανωμένοις ἐγένετο πρὸς ἀλήθειαν ποδηγός· δίκαιον γὰρ διαφερόντως τὸν ἱερέα εἶναι τῶν θείων νόμων ἐργάτην· ἅτε δὴ κεχειροτονημένον τῶν ἄλλων διδάσκαλον, καὶ τὰ θεῖα λόγια διαπορθμεύειν πεπιστευμένον· ἄγγελος γὰρ Κυρίου παντοκράτορός ἐστιν, ἀπαγγέλλων τοῖς ἄλλοις τοῦ Θεοῦ βούλημα. ηʹ. «Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ μου, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευῒ, λέγει Κύριος παντοκράτωρ.» Τὸ, ἠσθενήσατε πολλοὺς, ἐσκανδαλίσατε ἡρμήνευσαν. Ἀκύλας καὶ Σύμμαχος. Λέγει δὲ, ὅτι Τὴν παρανομίαν ἀσπασάμενοι, καὶ ἄλλοις λώβης ἐγένεσθε πρόξενοι. Εἶτα αὐτοῖς προλέγει τὰ νῦν αὐτοὺς κατειληφότα κακά. θʹ. «Καὶ ἐγὼ ἔδωκα ὑμᾶς ἐξουδενωμένους, καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ' ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.» Ὁ Σύμμαχος ἡρμήνευσεν, ἐδυσωπεῖσθε πρόσωπα ἐν νόμῳ. Αἰτιᾶται δὲ αὐτοὺς, ὡς παραβάτας τοῦ νόμου γεγενημένους, καὶ εἰς χάριν τινῶν παρανόμως δικάζοντας, ἢ χρήματα κομιζομένους παρὰ τῶν προσφερόντων τὰ θύματα, καὶ δεχομένους παρ' αὐτῶν τά τινα λώβην ἐν τοῖς μέλεσιν ἔχοντα. ιʹ. «Οὐχὶ πατὴρ εἶς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;» Ὑφ' ἑνὸς, φησὶ, δημιουργηθέντες Θεοῦ, ὃς δίκην πατρὸς εἰς ἅπαντας ὑμᾶς τὴν οἰκείαν ἀγάπην ἐπεδείξατο, οὕτω τῶν ὁμοφυῶν ἠμελήσατε, καὶ οὔτε τῆς φύσεως, οὔτε τῆς χάριτος τὴν κοινωνίαν ᾐδέσθητε, ἀλλ' ἀτημελήτους τοὺς ὑμετέρους ἀδελφοὺς κατελίπετε, καὶ περιείδετε τῶν ἐμῶν νόμων παραβάτας γεγενημένους· καὶ ταῦτα ἔχοντες τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ὠφελείας παράδειγμα. ιαʹ. «Ἐγκατελείφθη γὰρ Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε.» Καὶ δεικνὺς σαφῶς, ἃ ἠγάπησε, ἐπήγαγε· «Καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.» Ὁ γὰρ Ἰούδας, φησὶ, καὶ ἐν τῷ Ἰσραὴλ, καὶ ἐν τῇ Ἱερουσαλὴμ, μυσαρὸς ἐνομίσθη, ἀντικρὺς παρανομήσας, καὶ τοὺς θείους νόμους πατήσας, καὶ τοὺς οὐκ ὄντας ἀντὶ τοῦ ὄντος προσκυνήσας θεούς. Εἶτα κοινὴν κατὰ τῶν τοιούτων ἁπάντων ἐκφέρει τὴν ἀπειλήν· ιβʹ. «Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως ἂν καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι.» Τοῦ γὰρ συλλόγου τῶν εὐσεβῶν ἀλλότριος ὁ δυσσεβείᾳ συζῶν. Ἐντεῦθεν εἰς ἑτέραν μεταφέρει κατηγορίαν τὸν λόγον· ἐγκαλεῖ γὰρ αὐτοῖς,