# Interpretatio in xii prophetas minores 81.1973

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1973

ὅτι τὰς ὁμόζυγας καταλιπόντες ἑτέραις παρανόμως ἐμίγνυντο γυναιξί. ιγʹ. «Καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε» ἃ δὲ μισεῖ ὁ Θεὸς, ἄθλιος ὁ φιλῶν. Τί δὲ ταῦτά ἐστι, διδάσκει· «Ἐκαλύπτετε ἐν δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ, καὶ στεναγμῷ ἐκ κόπων.» Αἱ γὰρ ὑπὸ τῶν οἰκείων ἀνδρῶν ἀδικούμεναι γυναῖκες, τῶν ἐπικουρούντων σπανίζουσαι, ὀδυρμοῖς καὶ δάκρυσι κεχρημέναι, τὸν δίκαιον ἐκάλουν κριτήν· ταῦτα δὲ ἠναγκάζοντο δρᾷν ὑπὸ τῆς συνεχούσης ὀδύνης. Τοῦτο γὰρ εἶπεν, ἐκ κόπων. Τοιγάρτοι τούτων γιγνομένων, «Ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; (ιδʹ.) Καὶ εἴπατε· Ἕνεκεν τίνος;» Τῆς γὰρ παρανομίας μυσαρὰ δεικνύσης τὰ ὑφ' ὑμῶν προσφερόμενα, ἀναλγήτως ἔτι διάκεισθε, καὶ τούτου τὴν αἰτίαν ἀγνοεῖν προσποιεῖσθε. Δι' ὃ τῇ συνήθει μακροθυμίᾳ χρώμενος, ταύτην ὑμᾶς διδάσκω. «Ὅτι Κύριος ἐμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες· καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου. (ιεʹ.) Καὶ οὐκ ἄλλος ἐποίησε, καὶ ὑπόλειμμα πνεύματός σου.» Ἀναμνήσθητε γὰρ τοῦ πρώτου νόμου τοῦ δοθέντος τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ· εὐθὺς γὰρ τὴν γυναῖκα δημιουργήσας, καὶ οἱονεὶ νυμφοστόλος γενόμενος, προσάγει μὲν αὐτὴν τῷ ἀνδρί· δίδωσι δὲ τοῦ γάμου τοὺς νόμους· «Ἀντὶ τούτου, φήσας, καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Αὐτοῦ τοίνυν τοῦ Θεοῦ τῶν ὅλων, καὶ δημιουργήσαντος ἀμφοτέρους, καὶ συνάψαντος, καὶ τοῦτον τεθεικότος τὸν νόμον, πῶς τολμᾶτε παραβαίνειν προφανῶς τὰ ἄνωθεν ὡρισμένα, οὐδὲ τῆς θείας εὐλογίας ἀναμιμνήσκεσθε τῆς τοῖς ὑμετέροις πατράσιν ἐπηγγελμένης· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν;» Τοῦτο γὰρ καὶ ἐνταῦθά φησι· «Καὶ ὑπόλειμμα πνεύματός σου.» Θνητὴν γὰρ ἔχοντες φύσιν, διὰ τῶν τικτομένων ἐπὶ πλεῖστον τὴν ὑμετέραν διασώζετε μνήμην· ἀλλὰ ταῦτα τοῦ Θεοῦ νομοθετήσαντος, ὑμεῖς ἀντιλέγετε φάσκοντες, οὐ γάμων σωφρόνων, ἀλλὰ πολυπαιδίας κήδεσθαι τὸν Θεόν. «Εἴπατε γὰρ, Τί ἄλλο ζητεῖ ὁ Θεὸς ἢ σπέρμα;» Ἀλλ' ἐγὼ παρεγγυῶ ὑμῖν, τούτων ἀποστάντας τῶν λόγων, τοὺς θείους νόμους φυλάξαι, καὶ τὴν ἐξ ἀρχῆς συζευχθεῖσαν γυναῖκα τοῦ ζυγοῦ μὴ χωρίσαι. Εἶτα τῆς ἐν νόμῳ γεγενημένης ἀναμιμνήσκει συγκαταβάσεως. ιϛʹ. «Ἀλλ' ἐὰν μισήσῃς, ἐξαπόστειλον, λέγει Κύριος Ἰσραήλ.» Καὶ γὰρ ἐν τῷ νόμῳ διαγορεύει δοῦναι βιβλίον ἀποστασίου τῇ γυναικὶ τὸν οὐκ εὖ περὶ αὐτὴν διακείμενον. Τοῦτον δὲ τὸν νόμον ἑρμηνεύων ὁ Κύριος τοῖς Φαρισαίοις φησί· «Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐνομοθέτησεν οὕτως· ἐξ ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτως· ὁ γὰρ ποιήσας αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
