# Interpretatio in xii prophetas minores 81.1980

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1980

καθάπερ πόᾳ τινὶ τὸν τῶν ἁμαρτημάτων ἀποσμήχοντα ῥύπον, καὶ οἷόν τινι πυρὶ τοῦ ταύτης ἰοῦ τὰς ἡμετέρας ἐλευθεροῦντα ψυχάς. Τοῦτο δὲ ποιήσει καὶ τοῖς εἰς αὐτὸν πεπιστευκόσι Λευΐταις. Ἐκ τούτων δὲ ἦν καὶ ὁ μακάριος Βαρνάβας, ὡς ἱστορία διδάσκει τῶν Πράξεων, καὶ ἕτεροι δὲ πολλοὶ μετὰ τούτου πιστεύσαντες τῆς αὐτῆς σωτηρίας ἀπήλαυσαν. Καθαριεῖ γὰρ, φησὶ, τοὺς υἱοὺς Λευῒ, καὶ ἐκχεεῖ αὐτοὺς, ὡς τὸ χρυσίον, καὶ ὡς τὸ ἀργύριον· καὶ οὗτοι, φησὶν, ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.» Οὐκ ἐκείνην τὴν νομικὴν, περὶ ἧς εἶπε· «Θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ἀλλὰ τὴν λογικὴν καὶ ἀναίμακτον.» Διὸ ἐπήγαγε· δʹ. «Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, καὶ κατὰ τὰ ἔτη τὰ ἔμπροσθεν.» Οὐκ ἔστι γὰρ αὕτη πρόσκαιρος, ἀλλ' αἰώνιος. Ἐντεῦθεν πάλιν ἀπειλεῖ τιμωρίαν τοῖς ἀσεβείᾳ συζῶσι. εʹ. «Προσελεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακούς.» Ταχεῖαν, φησὶν, ἐπάξω κόλασιν οἷς εἶδον κακοῖς· οὐ δέομαι γὰρ μαρτύρων ἑτέρων, ἀλλ' αὐτόπτης εἰμὶ τῆς πονηρίας. «Καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ, καὶ καταδυναστεύοντας χήρας, καὶ κονδυλίζοντας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.» Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρπουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν. ϛʹ. «Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι.» Φύσιν γὰρ ἔχω μεταβολὴν οὐ δεχομένην· ἴστε δὲ ὅπως τοὺς πρὸ ὑμῶν καὶ σφαγῇ παρέδωκα, καὶ δορυαλώτους παρέπεμψα. «Καὶ ὑμεῖς, υἱοὶ Ἰακὼβ, οὐκ ἀπέχεσθε (ζʹ.) ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν· ἐξεκλίνατε νόμιμα, καὶ οὐκ ἐφυλάξασθε.» Ταυτὰ τοίνυν τοῖς πατράσι τολμῶντες, ταυτὰ πείσεσθε τούτοις. Καὶ ἑτέρας δὲ παρανομίας κατηγορίαν προστίθησιν. «Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. (ηʹ.) Καὶ εἴπατε· Ἐν τίνι ἐπιστρέψομεν; Εἰ πτερνιεῖ ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; καὶ εἴπατε· Ἐν τίνι ἐπτερνίσαμέν σε;» Οἱ περὶ Ἀκύλαν καὶ Σύμμαχον τὸ, ἐπτερνίσαμέν σε οὕτως ἡρμήνευσαν·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
