# Interpretatio in xiv epistulas sancti Pauli 82.104

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.104

τοῦ Ἀδὰμ, καὶ ἐπὶ τῆς χάριτος, τὸ πολλοὶ τέθεικε. Καὶ γὰρ ἐν ἐκείνοις εὑρίσκομέν τινας κρείττους τῶν μειζόνων ἁμαρτημάτων γεγενημένους, ὡς τὸν Ἄβελ, καὶ τὸν Ἐνὼχ, καὶ τὸν Νῶε, καὶ τὸν Μελχισεδὲκ, καὶ τοὺς πατριάρχας, καὶ μέντοι καὶ τοὺς ἐν νόμῳ διαλάμψαντας· καὶ μετὰ τὴν χάριν, εἰσὶ πολλοὶ τὸν παράνομον ἀσπαζόμενοι βίον. Οὕτως ἀπὸ τῶν κατὰ τὸν Ἀδὰμ τὰς αἰτίας ἡμᾶς διδάξας τῆς θείας ἐνανθρωπήσεως, τὸ ὑφορμοῦν ἀντιτίθησι, καὶ τὴν λύσιν ἐπάγει· ὑφορμεῖ δὲ τὰ κατὰ τὸν νόμον, ὃς μεταξὺ τοῦ τε Ἀδὰμ καὶ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐδόθη. Διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· κʹ. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Τὸ δὲ ἵνα οὐκ ἐπὶ αἰτίας τέθεικεν, ἀλλὰ κατὰ τὸ οἰκεῖον ἰδίωμα· βούλεται δὲ εἰπεῖν, ὡς οὐδὲ κατὰ τὸν ἔμπροσθεν χρόνον ἀτημελήτους εἴασεν ὁ Θεὸς τοὺς ἀνθρώπους· ἀλλὰ δέδωκε μὲν Ἰουδαίοις τὸν νόμον, διὰ δὲ τῆς ἐκείνων ἐπιμελείας, καὶ τοῖς ἄλλοις ἔθνεσιν ὑπεδείκνυ τῆς εὐσεβείας τὸ φῶς. Κυρίως δὲ τὸ παρεισῆλθε τέθεικεν, ἐπειδὴ τῆς τῷ πατριάρχῃ δοθείσης ὑποσχέσεως ὁ Χριστὸς ἦν τὸ τέλος. «Ἐν γὰρ τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Τοῦ δὲ Ἀβραὰμ καὶ τοῦ Χριστοῦ μέσος παρεισῆλθεν ὁ νόμος. Οὗτος δὲ ἐδίδαξε μὲν ἀκριβέστερον, ὅτι κακὸν ἡ ἁμαρτία· παῦσαι δὲ ταύτην οὐκ ἴσχυσεν, ἀλλὰ καὶ λίαν ἐπηύξησεν. Ὅσῳ γὰρ πλείους ἐδόθησαν ἐντολαὶ, τοσούτῳ πλείους αἱ παραβάσεις ἐγίνοντο, ἀλλὰ τὴν λύσιν ὁ θεῖος Ἀπόστολος ἐπήγαγε σύντομον· Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· Οὐκ ἐλυμήνατο, φησὶ, τῇ τοῦ Θεοῦ φιλοτιμίᾳ· ἔδειξε δὲ μᾶλλον τῆς ἀγαθότητος τὴν ὑπερβολήν. καʹ. Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ· οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἐνταῦθα συνεπλήρωσε τὸ κεφάλαιον. Διδάσκει δὲ, ὅτι, καθάπερ ἡ ἁμαρτία, τεκοῦσα τὸν θάνατον, ἐν τοῖς θνητοῖς ἐβασίλευσε σώμασιν, εἰς ἀμετρίαν ἐκκαλουμένη τὰ πάθη· οὕτως ἡ χάρις, τὴν διὰ πίστεως δικαιοσύνην τοῖς πεπιστευκόσι δωρησαμένη, οὐχ ὁμόχρονον ἔχει τῇ ἁμαρτίᾳ τὴν βασιλείαν, ἀλλ' αἰώνιόν τε καὶ ἀτελεύτητον. Ἡ μὲν γὰρ ἐκράτει σωμάτων, τῷ δὲ τούτων θανάτῳ τῆς βασιλείας ἐπαύετο. «Ὁ γὰρ ἀποθανὼν, κατὰ τὸν θεῖον Ἀπόστολον, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Μετὰ δέ γε τὴν ἀνάστασιν, ἀφθάρτων τε καὶ ἀθανάτων τῶν ἡμετέρων γινομένων σωμάτων, ἡ χάρις ἐν αὐτοῖς βασιλεύσει, οὐδεμίαν λοιπὸν χώραν τῆς ἁμαρτίας ἐχούσης. Τῶν γὰρ παθῶν πεπαυμένων, οὐχ ἕξει χώραν ἡ ἁμαρτία. Εἶτα πάλιν ἑτέραν ἀντίθεσιν ἀνακύπτουσαν καὶ τίθησι, καὶ διαλύει ῥᾳδίως. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. α. Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Τῇ ἀπαγορεύσει τὸ ἄτοπον ἔδειξε. Τέθεικε δὲ τοῦτο διὰ τὸ ἤδη προειρημένον· «Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Οὐκ ἠρκέσθη μέντοι τῇ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
