# Interpretatio in xiv epistulas sancti Pauli 82.105

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.105

ἀποφατικῇ ἀπαγορεύσει· ἀλλὰ καὶ ἑτέρως μεθοδεύει τὸν λόγον. βʹ. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Καὶ πῶς ἀπεθάνομεν; γʹ. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν Ἰησοῦν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Ἠρνήθης, φησὶ, τὴν ἁμαρτίαν, καὶ νεκρὸς αὐτῇ γέγονας, καὶ τῷ Χριστῷ συνετάφης· πῶς τοίνυν οἷόν τέ σε τὴν ἐκείνην ἁμαρτίαν δέξασθαι; δʹ. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Αὐτὸ τοῦ βαπτίσματος τὸ μυστήριον ἐδίδαξέ σε φεύγειν τὴν ἁμαρτίαν. Τοῦ γὰρ Δεσποτικοῦ θανάτου τύπον ἔχει τὸ βάπτισμα· ἐν ἐκείνῳ δὲ σὺ καὶ τοῦ θανάτου, καὶ τῆς ἀναστάσεως κεκοινώνηκας τῷ Χριστῷ. Προσήκει σε τοίνυν καινήν τινα βιοτεῦσαι ζωὴν, καὶ συμβαίνουσαν ἐκείνῳ, ᾧ τῆς ἀναστάσεως κεκοινώνηκας. Δόξαν δὲ τοῦ Πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χριστοῦ· καὶ γὰρ ἐν ἑτέρᾳ φησὶν Ἐπιστολῇ· «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης.» Καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις· «Λύσατε τοίνυν τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ ταύτην οἱ αἱρετικοὶ τὴν ἑρμηνείαν μὴ δέξαιντο, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ Μονογενοῦς δόξῃ. Εἰ γὰρ καὶ ὁ Πατὴρ αὐτὸν ἤγειρεν, ὡς ἄνθρωπον ἤγειρεν· ὡς ἄνθρωπος γὰρ καὶ τὸ πάθος ἐδέξατο. εʹ. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ἐπειδὴ θανάτου τύπον ἐκάλεσε τὸ σωτήριον βάπτισμα, τῇ τοῦ ὀνόματος ἐναλλαγῇ σαφῶς ᾐνίξατο τὴν ἀνάστασιν. Φύεται γὰρ τὸ σαφῶς φυτευόμενον. ϛʹ. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν, ἀλλὰ τὴν πονηρὰν γνώμην. Ταύτην δὲ ἔφη τῷ βαπτίσματι νεκρωθῆναι, ἵνα ἀργὸν γένηται τῇ ἁμαρτίᾳ τὸ σῶμα. Τοῦτο γὰρ εἶπεν· Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, ὥστε αὐτὸ μηδαμῶς τῇ ἁμαρτίᾳ δουλεύειν. Εἶτα καὶ ἐξ ἑτέρας εἰκόνος τοῦτο σαφέστερον δείκνυσιν. ζʹ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Τίς γὰρ ἐθεάσατο πώποτε νεκρὸν, ἢ γάμον ἀλλότριον διορύττοντα, ἢ μιαιφονίᾳ τὰς χεῖρας φοινίττοντα, ἢ ἄλλο τι τῶν ἀτόπων διαπραττόμενον; ηʹ. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ. Προσήκει τοίνυν καὶ ἡμᾶς τῷ Χριστῷ συνταφέντας, νεκροὺς μὲν εἶναι τῇ ἁμαρ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
