# Interpretatio in xiv epistulas sancti Pauli 82.116

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.116

ἑτέρῳ συναφθῆναι τῷ ἐκ νεκρῶν ἐγερθέντι, τουτέστι τῷ Δεσπότῃ Χριστῷ. Καὶ ἐπειδὴ συνάφειαν καὶ γάμον τὴν εἰς τὸν Κύριον προσηγόρευσε πίστιν, εἰκότως δείκνυσι καὶ τὸν τοῦ γάμου καρπόν. Ἵνα καρποφορήσωμεν, φησὶ, τῷ Θεῷ. Τίς δὲ ἡ καρποφορία; Τὸ τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης γενέσθαι. Μάλα δὲ σοφῶς αὐτὸν ὑπέδειξε τὸν νόμον παρεγγυῶντα τῷ Χριστῷ συναφθῆναι. Οὐκ εἶργε γὰρ, φησὶ, τὴν γυναῖκα γήμασθαι ἀνδρὶ ἑτέρῳ μετὰ τὴν τελευτὴν τοῦ προτέρου. Εἶτα πάλιν τὸ διάφορον δείκνυσιν. εʹ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ (τουτέστι τῇ κατὰ νόμον πολιτείᾳ. Σάρκα γὰρ τὰς τῇ σαρκὶ δεδομένας νομοθεσίας ὠνόμασε, τὰς περὶ βρώσεως, καὶ πόσεως, καὶ λέπρας, καὶ τὰ τούτοις προσόμοια), τὰ παθήματα τῶν ἁμαρτιῶν, τὰ διὰ τοῦ νόμου, ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. Οὐκ εἶπεν, ὑπὸ τοῦ νόμου, ἀλλὰ, διὰ τοῦ νόμου. Οὐ γὰρ αὐτὸς ἐνήργει τὴν ἁμαρτίαν, ἀλλ' αὐτὸς κατηγόρει τῆς ἁμαρτίας. Ἡ δὲ ἁμαρτία κακῶς ἐκέχρητο τῷ ἀγαθῷ. Οὔτε μὴν τὰ μέλη ἡμῶν ἐνήργει τὴν ἁμαρτίαν, ἀλλὰ διὰ τῶν ἡμετέρων μελῶν ἡ τῆς ψυχῆς ἐπὶ τὸ χεῖρον ῥοπὴ ἀπετέλει τὴν ταύτης ἐνέργειαν. Τί δὲ ἐντεῦθεν ἐγίνετο; Εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Διὰ τούτων δὲ ἡμᾶς ἐδίδαξεν ὡς, πρὸ τῆς χάριτος, ὑπὸ τῷ νόμῳ πολιτευόμενοι. σφοδροτέρας ἐδεχόμεθα τῆς ἁμαρτίας τὰς προσβολὰς, τοῦ νόμου μὲν τὸ πρακτέον ὑποδεικνύντος, ἐπικουρίαν δὲ οὐ παρέχοντος. ϛʹ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου. Πάλιν ἐπέμεινε τῇ φειδοῖ· καὶ οὐκ εἶπε, Κατηργήθη ὁ νόμος, ἀλλ', Ἡμεῖς κατηργήθημεν ἀπὸ τοῦ νόμου. Τουτέστιν, ἀργὸς ἡμῖν ἐστιν, οὐκέτι κατ' ἐκεῖνον πολιτευόμεθα. Καὶ πῶς κατηργήθημεν; Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ὑποκείμενοι γὰρ τῷ νόμῳ, προσεληλύθαμεν τῷ βαπτίσματι· συναποθανόντες δὲ τῷ Χριστῷ, καὶ συναναστάντες αὐτῷ, τῷ νομοθέτῃ συνήφθημεν, καὶ οὐκέτι τῆς νομικῆς πολιτείας δεόμεθα· αὐτὴν γὰρ τὴν τοῦ Πνεύματος χάριν ἐδεξάμεθα. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Καὶ ἀντέθηκε τῷ μὲν γράμματι τὸ πνεῦμα, τῷ δὲ παλαιῷ τὸ καινὸν, ἵνα δείξῃ τῷ μὲν γράμματι τὸν νόμον, τῷ δὲ παλαιῷ τὴν τούτου παῦλαν. Καὶ γὰρ διὰ Ἱερεμίου φησὶν ὁ Θεός· «Διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Ὥστε καὶ διὰ τοῦ Προφήτου δέδεικται τὸ διάφορον, καὶ τῆς Καινῆς Διαθήκης ἀναφανείσης, ὑποχωρῆσαι προσήκει τὴν Παλαιάν. Ταῦτα ὁ θεῖος Ἀπόστολος εἰρηκὼς, καὶ προορῶν, ὡς πνευματικῆς χάριτος ἠξιωμένος, ὅτι τῶν αἱρετικῶν τινες

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
