# Interpretatio in xiv epistulas sancti Pauli 82.117

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.117

εἰς κατηγορίαν ταῦτα τῆς Παλαιᾶς λήψονται Διαθήκης, καὶ νομιοῦσιν ἄλλου τινὸς εἶναι Θεοῦ τὸν νόμον τὸν παλαιὸν, ἀναγκαίως καὶ τὰς ἀντιθέσεις τίθησι, καὶ ἐπιφέρει τὰς λύσεις. ζʹ. Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Πολλὰ τέθεικεν ἐν τοῖς πρόσθεν εἰρημένοις, ἃ τοῖς βλασφημεῖν τὸν νόμον ἐθέλουσι παρέσχεν ἂν πρόφασιν εἰς τὴν τοῦ νόμου κατηγορίαν, εἰ μὴ τὴν προκειμένην τῶν ζητημάτων ἐποιήσατο λύσιν. «Νόμος γὰρ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Καί· «Ὁ νόμος ὀργὴν κατεργάζεται.» Καί· «Ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται ἐνώπιον αὐτοῦ πᾶσα σάρξ·» καὶ τὰ τούτοις προσόμοια. Ὅθεν ἐπὶ τῇ λύσει τούτων αὐτῶν τέθεικε τὴν ἀντίθεσιν. Καὶ πρῶτον μὲν βλάσφημον ἔδειξε τὴν ἐρώτησιν, καὶ τὸν ἀπαγορευτικὸν τέθεικε λόγον, Μὴ γένοιτο. Εἶτα διδάσκει τοῦ νόμου τὸ χρήσιμον· Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ τοῦ νόμου. Οὐ μόνον, φησὶν, ὁ νόμος οὐκ ἔστιν ἁμαρτίας διδάσκαλος, μὴ γένοιτο, ἀλλὰ καὶ τοὐναντίον ἁμαρτίας κατήγορος. Οὐ γὰρ ἂν ἔγνων τί τὸ κακὸν, εἰ μὴ ἐκεῖνος ἐδίδαξε. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Τὸ, οὐκ ᾔδειν, καὶ, οὐκ ἔγνων, οὐ παντελῶς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου. ηʹ. Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. Διὰ πάντων πειρᾶται δεικνύναι τῆς κατηγορίας ἐλεύθερον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως τὸν ταύτης ὑποδείκνυσι τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατηγωνίσατο λογισμόν. Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά. Νόμου γὰρ οὐκ ὄντος, τοῦ τὸ πρακτέον ὑποδεικνύντος, καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμαρτία. Εἶτα ἀπὸ παραδείγματος τοῦτο ποιεῖ φανερόν. θʹ. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· (ιʹ). ἐγὼ δὲ ἀπέθανον. Τοῦ γὰρ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. Δελεασθεῖσα δὲ ἐκείνη, καὶ τοῦ καρποῦ τὴν ὥραν θεασαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῷ Ἀδὰμ παραυτίκα τὸν ὅρον τῆς τελευτῆς· ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως. Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Διὰ πάντων ἀπολογεῖται μὲν ὑπὲρ τοῦ νόμου καὶ τῆς ἐντολῆς· τῆς δὲ ἁμαρτίας

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
