Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.120
Not analysed yet
τὴν πονηρίαν ἐλέγχει. Ζωῆς γὰρ, φησὶν, ἡ ἐντολὴ χορηγὸς, ἡ δὲ περὶ τὸ χεῖρον τροπὴ τὸν θάνατον ἀπεκύησε. Διὰ τοῦτο κυρίως τὸ, εὑρέθη, τέθεικεν, ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ τὸ διὰ τὴν ἁμαρτίαν συμβάν. ιαʹ. Ἡ γὰρ ἁμαρτία, ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινε. Τὸ αὐτὸ διαφόρως εἴρηκεν. ιβʹ. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Νόμον τὸν Μωσαϊκὸν καλεῖ, ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. Οὗ δὴ χάριν καὶ πλείοσιν ἐταινίωσεν αὐτὴν εὐφημίαις, ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. Οἱ γὰρ ῥᾳθυμίᾳ συζῶντες, καὶ τοὺς τῆς ἀρετῆς οὐκ ἀσπαζόμενοι πόνους, καὶ τοῦ Δεσπότου Θεοῦ κατηγοροῦσιν, ὡς τεθεικότος τὴν ἐντολήν. Εἰ μὲν γὰρ ἠγνόει, φασὶ, τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; Εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον τῶν λογικῶν ἡ τῶν καλῶν καὶ τῶν ἐναντίων διάγνωσις. Τῶν γὰρ ἀλόγων ἡ φύσις οὐκ ἔχει τὴν τούτων διάκρισιν. Ἁρπακτικὸς γὰρ ὁ λύκος, ὠμοβόρος ὁ λέων, καὶ ἄρκτοι καὶ παρδάλεις τὰ ὅμοια δρῶσι· καὶ οὐκ ἔχουσι τῆς ἁμαρτίας αἴσθησιν, οὐ δὲ συνειδὸς ὑπὸ τῶν γινομένων κεντούμενον. Ἄνθρωποι δὲ, κἂν μηδεὶς τοῖς γινομένοις παρῇ, ἐρυθριῶσι καὶ δεδίασι τὰ τολμώμενα. Τὴν γὰρ κατηγορίαν ὑφαίνει τὸ συνειδός. Πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν χωρὶς νόμου πολιτεύεσθαι; Διά τοι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεὸς, ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. Ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν. Οὐ γάρ τινα δυσκατόρθωτον τέθεικε νόμον, ἀλλὰ καὶ λίαν εὐπετῶς φυλαχθῆναι δυνάμενον. Πάντων ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν, ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν, οὐ φθονῶν αὐτῷ τοῦ ἑνὸς (πῶς γὰρ ὅ γε πάντων αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς;) ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους, καὶ εὔνουν εἶναι περὶ τὸν Πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ. Εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος. Οὐ γὰρ ἰατρὸς, ἀπέχεσθαι κελεύων ψυχροποσίας τῷ κάμνοντι, φθόνῳ βαλλόμενος τοῦτο ποιεῖ, ἀλλὰ τὴν ὑγείαν πραγματευόμενος. Εἰ δὲ ἐκεῖνος, μὴ φυλάξας τὴν ἐντολὴν, μεταλάβοι τοῦ ὕδατος, αὐτὸς ἐπισπᾶται τὴν βλάβην· ὁ δέ γε ἰατρὸς τῆς κατηγορίας ἀνεύθυνος. Ὁ μέντοι Δεσπότης Θεὸς, καὶ αὐτὸν τὸν Ἀδὰμ, καὶ ἅπαν τὸ ἐκείνου γένος, πάσης ἐπιμελείας ἠξίωσε. Καὶ ἵνα, τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κυριώτατον ἔλθω, δι' ἐκεῖνον, καὶ τὸ ἐκείνου γένος, ὁ μονογενὴς ἐνηνθρώπησε Λόγος, καὶ τοῦ θανάτου τὴν δυναστείαν κατέπαυσεν, ἐξ ἐκείνου τὴν ἀρχὴν δεξαμένην· καὶ τὴν ἀνάστασιν