# Interpretatio in xiv epistulas sancti Pauli 82.121

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.121

ἐπηγγείλατο, καὶ βασιλείαν ηὐτρέπισεν οὐρανῶν· ὥστε καὶ τὴν ἐκείνου παράβασιν ᾔδει, καὶ τὴν ἐσομένην ἴασιν προηυτρέπισε. Διά τοι τοῦτο ὁ θεῖος Ἀπόστολος καὶ ἁγίαν, καὶ δικαίαν, καὶ ἀγαθὴν τὴν ἐντολὴν προσηγόρευσεν· ἁγίαν μὲν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐξενεγκοῦσαν· ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν. Εἶτα πάλιν τὸ ὑφορμοῦν τίθησι. ιγʹ. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; Καὶ πάλιν συνήθως ἀπαγορεύει· Μὴ γένοιτο. Καὶ ἐπιδείκνυσι τῶν κακῶν τὴν αἰτίαν. Ἀλλ' ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. Ἀσαφές ἐστι διὰ πολλὴν συντομίαν· λέγει δὲ τοῦτο, ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι διὰ τοῦ νόμου καὶ τῆς ἐντολῆς, δείκνυταί μοι ἡ ἁμαρτία, τουτέστι κακὴ καὶ πονηρά. Καὶ πῶς δείκνυται; Κατεργαζομένη θάνατον. Ἀπὸ γὰρ τοῦ καρποῦ γινώσκω τὸ δένδρον, καὶ τὸν θάνατον βλέπων, τὴν τούτου μητέρα μισῶ. Τούτων δέ μοι ὁ νόμος διδάσκαλος. Οὐ τοίνυν ὁ νόμος κακὸς ὁ ταῦτα διδάσκων· ἀλλ' ἡ ἁμαρτία, προξενοῦσα τὸν θάνατον. Ποιεῖ δὲ τὴν ἁμαρτίαν τῆς ἡμετέρας προαιρέσεως ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. Ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Εἰ γὰρ καὶ ἡ φύσις αὐτὴν ὑποδείκνυσιν, ἀλλ' οὖν γε ὁ νόμος ἀκριβέστερον ἡμᾶς ἐδίδαξε τῆς πονηρίας αὐτῆς τὴν ὑπερβολήν. Τὸ δὲ, ἵνα γένηται, ἐλλειπῶς κεῖται· προσυπακούεται δὲ, φανερά. Οὕτω γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν· Ἀλλ' ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Τουτέστιν, ἵνα γένηται διὰ τῆς ἐντολῆς φανερὰ, ὅτι καθ' ὑπερβολήν ἐστιν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἀντὶ τοῦ, πονηρά. Εἶτα καθάπερ τις ἄριστος ζωγράφος, τῆς ἡμετέρας φύσεως καὶ τῆς ἁμαρτίας διαγράφει τὸν πόλεμον. ιδʹ. Οἴδαμεν δὲ ὅτι ὁ νόμος πνευματικός ἐστι. Πάλιν ταινιοῖ τὸν νόμον τῇ εὐφημίᾳ. Τί γὰρ ταύτης τῆς προσηγορίας σεβασμιώτερον; Θείῳ γὰρ, φησὶν, ἐγράφη Πνεύματι· ταύτης μετέχων τῆς χάριτος ὁ μακάριος Μωσῆς τὸν νόμον συνέγραψεν. Ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εἰσάγει πολιορκούμενον ὑπὸ τῶν παθῶν. Σαρκικὸν γὰρ καλεῖ, τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα. Τὸ δὲ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, διὰ τῆς προφητικῆς νοήσωμεν χρήσεως. «Ἰδοὺ, φησὶ, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε.» Τοῦτο καὶ ἐνταῦθά φησιν· Ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν, καὶ ἐμαυτὸν αὐτῇ πέπρακα. ιεʹ. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω. Ὁ γὰρ ἡττώμενος ὑπὸ τῆς ἡδονῆς, καὶ μέντοι καὶ τῆς ὀργῆς τῷ πάθει μεθύων, οὐκ ἔχει σαφῆ τὴν γνῶσιν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
