# Interpretatio in xiv epistulas sancti Pauli 82.128

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.128

δισμένος, καὶ δουλεύειν ἠναγκασμένος, καὶ μηδεμίαν ἑτέρωθεν συμμαχίαν ὁρῶν, στένει μὲν πικρὸν καὶ ὀδύρεται, δείκνυσι δὲ τὸν νόμον ἐπικουρῆσαι μὴ δυνάμενον, καί φησι· κδʹ, κεʹ. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Θανάτου δὲ σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγενημένον, τουτέστι θνητόν· ἡ ψυχὴ γὰρ ἀθάνατος. Μόνος, φησὶν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῆς πικρᾶς ἡμᾶς ἠλευθέρωσε δυναστείας, τὸν μὲν θάνατον λύσας, τὴν δὲ ἀθανασίαν ἡμῖν ὑποσχόμενος, καὶ τὴν ἄπονον καὶ ἄλυπον βιοτὴν, καὶ τὴν πολέμου δίχα καὶ ἁμαρτίας ζωήν. Τούτων μέντοι τὴν ἀπόλαυσιν κατὰ τὸν μέλλοντα δεξόμεθα βίον· ἐν δὲ τῷ παρόντι τῆς τοῦ παναγίου Πνεύματος χάριτος ἀπολαύοντες, οὐ μόνοι κατὰ τῶν παθημάτων παραταττόμεθα, ἀλλ' ἐκείνην ἐπίκουρον ἔχοντες περιγενέσθαι τούτων δυνάμεθα. Εἶτα τῶν εἰρημένων ἁπάντων προσφέρει τὴν λύσιν· Ἄρα οὖν αὐτὸς ἐγὼ ἐν τῷ νοῒ δουλεύων νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ. Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα, ἐπειδὴ τοῦ Θεοῦ Πνεύματος τὴν χάριν δεδέγμεθα. βʹ. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν ἐκάλεσεν, οὕτω νόμον πνεύματος ζωῆς τὸ ζωοποιὸν προσηγόρευσε Πνεῦμα. Ἡ τούτου, φησὶ, χάρις διὰ τὴν εἰς τὸν Χριστὸν πίστιν δύο σοι ἐλευθερίας δεδώρηται. Οὐ μόνον γὰρ τῆς ἁμαρτίας τὴν δυναστείαν κατέλυσεν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν τυραννίδα κατέπαυσεν. Ὑποδείκνυσι δὲ καὶ τὸν τῆς καταλύσεως τρόπον. γʹ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Οὐ τοίνυν πονηρὸς ὁ νόμος, ἀλλ' ἀγαθὸς μὲν, ἀδύνατος δέ· ἠσθένει δὲ τοῖς θνητὴν φύσιν περικειμένοις τὴν νομοθεσίαν προσφέρων. Ἐπὶ γὰρ τοῦ παρόντος διὰ τοῦ παναγίου βαπτίσματος τὸν τῆς ἀθανασίας ἀῤῥαβῶνα δεχόμεθα. Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Οὐκ εἶπεν, Ἐν ὁμοιώματι σαρκὸς, ἀλλ', Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Φύσιν μὲν γὰρ ἀνθρωπείαν ἔλαβεν, ἁμαρτίαν δὲ ἀνθρωπείαν οὐκ ἔλαβε. Τούτου δὴ χάριν, τὸ ληφθὲν οὐχ ὁμοίωμα σαρκὸς, ἀλλ' ὁμοίωμα σαρκὸς ἁμαρτίας ἐκάλεσε· τὴν γὰρ αὐτὴν ἔχων φύσιν ἡμῖν, τὴν αὐτὴν οὐκ ἔσχε ἡμῖν γνώμην. Λέγει δὲ ὅτι, τοῦ νόμου μὴ δυνηθέντος τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπὸν, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν (θνητὴν γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
