# Interpretatio in xiv epistulas sancti Pauli 82.129

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.129

εἶχον τὴν φύσιν καὶ παθητὴν), ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας, δι' ἀνθρωπείας σαρκὸς τὴν ἁμαρτίαν κατέλυσε, πᾶσαν μὲν δικαιοσύνην πεπληρωκὼς, μῶμον δὲ οὐ δεξάμενος ἁμαρτίας· καὶ τὸν τῶν ἁμαρτωλῶν ὡς ἁμαρτωλὸς θάνατον ὑπομείνας, ἤλεγξε τῆς ἁμαρτίας τὴν ἀδικίαν, ὅτι καὶ μὴ ὑποκείμενον θανάτῳ σῶμα θανάτῳ παρέδωκεν. Ἀλλὰ γὰρ δὴ τοῦτο αὐτὸ καὶ αὐτὴν κατέλυσε, καὶ τὸν θάνατον. Ὡς γὰρ θανάτῳ μὴ ὑποκείμενος (ἁμαρτίαν γὰρ οὐκ ἐποίησε), τοῦτον δέ γε δεξάμενος διὰ τὴν ἄδικον ψῆφον τῆς ἁμαρτίας, ἐγένετο λύτρον, ὡς ἐν νεκροῖς ἐλεύθερος, τῶν δικαίως ὑπὸ τοῦ θανάτου κατεχομένων· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς ἐδίδαξεν. δʹ. Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Τὸ γὰρ ἡμέτερον, φησὶν, ἀποδέδωκε χρέος, καὶ τοῦ νόμου πεπλήρωκε τὸν σκοπόν. Τίς δὲ οὗτος ἦν; Τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον. Εἰ τοίνυν ἡ κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομία εἰς ἔργον ἤνεγκε τὸν τοῦ νόμου σκοπὸν, οὐ κατηγορίας ἄξιος, ἀλλ' εὐφημίας, ὁ νόμος. Τοῦ δὲ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν· καὶ εἰρηκώς· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα, ἐπήγαγεν· εʹ. Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Οὕτω καὶ ἀλλαχοῦ· «Εἰ ζῶμεν οὖν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» Πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος· καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα καὶ φρονεῖ καὶ ποιεῖ· ὁ δὲ τῇ σαρκὶ δουλεύων, τουτέστι τοῖς τοῦ σώματος πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. ϛʹ. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος. Οὐκ εἶπεν, Ἡ σὰρξ, ἀλλὰ, Τὸ φρόνημα τῆς σαρκὸς, τουτέστι τὰ τῶν παθημάτων σκιρτήματα. Τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. Τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. Ὁ γὰρ πνευματικῶς ζῶν, τῆς πρὸς τὸν Θεὸν εἰρήνης μεταλαγχάνει. ζʹ. Διότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν. Πάλιν τοῦ φρονήματος τῆς σαρκὸς κατηγόρησε, τουτέστι τῆς τῶν παθῶν δυναστείας, καὶ ταύτην ἐκπεπολεμῶσθαι πρὸς τὸν Θεὸν ἔφη. Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Πῶς γὰρ οἷόν τε, τὸν τῶν παθῶν δυναστείαν καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτία δουλεύειν αἱρούμενον; ηʹ. Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Οὐ τῶν σωμάτων ἡμᾶς ἔξω γενέσθαι κελεύει, ἀλλὰ τοῦ τῆς σαρκὸς ἀπηλλάχθαι φρονήματος. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. θʹ. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
