# Interpretatio in xiv epistulas sancti Pauli 82.132

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.132

Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δῆλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τήνδε τὴν διδασκαλίαν δεχόμενοι· ἀλλὰ κρείττους αὐτοὺς ἔφη εἶναι τῶν σαρκικῶν παθημάτων, καὶ τοῦ παναγίου Πνεύματος ἔνοικον ἔχειν τὴν χάριν. Οὕτω καὶ τοὺς ἀποστόλους ἔφη ὁ Κύριος μὴ εἶναι ἐκ τοῦ κόσμου· οὐκ ἐπειδὴ ἄλλοθεν ἦσαν, ἀλλ' ὅτι νεκροὶ ἦσαν τῷ κόσμῳ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἐπειδὴ τὸ, εἴπερ, τέθεικεν, ἀμφιβολίας δὲ τοῦτό ἐστιν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος οὐδεμίαν ἔχει πρὸς τὸν Χριστὸν κοινωνίαν. Καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει· ιʹ. Εἰ δὲ Χριστὸς οἰκεῖ ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Δῆλα πεποίηκε τὰ ἀμφίβολα, καὶ ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ, ἀλλὰ τῆς ἁμαρτίας. Τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρὸν, ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν, ὡς πνευματικὴν ἤδη γεγενημένην. Ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει, ἧς καρπὸς ἀξιέραστος ἡ ζωή. ιαʹ. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ οἰκοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Ἐψυχαγώγησε τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δέδωκεν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. Οὐκ εἰς μακρὰν γὰρ, φησὶν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώματα, καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. Ποιήσει δὲ τοῦτο αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὁ νῦν ὑμῖν τοῦ Πνεύματος τὸν ἀῤῥαβῶνα παρασχὼν φιλοτίμως. Δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Ἐδίδαξε δὲ ἡμᾶς διὰ τῶν εἰρημένων καὶ τὴν μίαν τῆς θεότητος φύσιν. Τὸ γὰρ πανάγιον Πνεῦμα καὶ Θεοῦ προσηγόρευσε, καὶ Χριστοῦ· οὐκ ἐπειδὴ, κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς, ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται· ἀλλ' ἐπειδὴ ὁμοούσιόν ἐστι Πατρὸς καὶ Υἱοῦ, καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται κατὰ τὴν τῶν Εὐαγγελίων διδασκαλίαν, ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται. Ἐπιμένει δὲ διδάσκων, ὅπως χρὴ περιγενέσθαι τῶν τῆς σαρκὸς παθημάτων. ιβʹ. Ἄρα οὖν ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Ἀπὸ γὰρ τοῦ Δεσπότου Χριστοῦ τῆς σωτηρίας τετυχηκότες, καὶ τοῦ Πνεύματος τὴν χάριν δεξάμενοι, αὐτῷ τῆς δουλείας τὸ χρέος ὀφείλομεν. ιγʹ. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν. —Κατὰ σάρκα, τουτέστι τοῖς τῆς σαρκὸς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
