Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.133
Not analysed yet
ἑπόμενοι πάθεσι· θάνατον δὲ τὸν αἰώνιον λέγει. Εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει, ὅτι ὁ μὲν τὸ δέον ἐδίδαξεν, ἡ δὲ καὶ τοῦ Πνεύματος ἔχει συνεργοῦσαν τὴν χάριν. Καὶ ἐνταῦθα μέντοι ὁ θεῖος Ἀπόστολος, Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ τοῦ Μάνεντος τὴν βλασφημίαν ὁρῶν, σὺν ἀκριβείᾳ πολλῇ τὴν διδασκαλίαν προσήνεγκεν. Οὐ γὰρ εἶπε, Τὸ σῶμα θανατώσατε, ἀλλὰ, Τὰς πράξεις τοῦ σώματος, τουτέστι τὸ φρόνημα τῆς σαρκὸς, τὰ τῶν παθημάτων σκιρτήματα· ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν. Καρπὸς γὰρ τῆς νίκης ζωή. ιδʹ. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οἱ γὰρ πνευματικῶς πολιτευόμενοι τοῦ τῆς υἱοθεσίας μεταλαγχάνουσιν ἀξιώματος. Ἐνταῦθα δὲ καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μέγα φρονεῖν, ἐπειδήπερ κἀκεῖνοι υἱοὶ προσηγορεύθησαν. Ἔρημοι γάρ εἰσι τῆς τιμῆς τῆς τοῦ παναγίου Πνεύματος, ἄμοιροι τυγχάνοντες χάριτος. ιεʹ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας. Πάλιν τῷ νόμῳ τὴν χάριν παρεξετάζει, καὶ καλεῖ δουλείαν τὴν ὑπ' ἐκείνῳ πολιτείαν. Διδάσκει δὲ ὅμως, ὅτι κἀκεῖνον ἡ τοῦ Πνεύματος ἔγραψε χάρις. Πνεῦμα τοίνυν δουλείας οὐ τὸ πανάγιον Πνεῦμα καλεῖ, ἀλλὰ τὴν τοῦ νόμου θέσιν, καὶ αὐτὴν διὰ τοῦ θείου Πνεύματος γενομένην. Εἰ δὲ τὸ πανάγιον Πνεῦμα πνεῦμα δουλείας καλεῖ, ἄλλο δηλονότι ἐστὶ τὸ τῆς υἱοθεσίας πνεῦμα. Ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει. Ἓν γὰρ τὸ πανάγιον Πνεῦμα· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χαρίσματα. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι,» καὶ τὰ ἑξῆς. Δεικνὺς δὲ ὅτι ὡς ἀληθῶς τοῦ τῆς υἱοθεσίας τετυχήκαμεν ἀξιώματος, ἐπήγαγεν· Ἐν ᾧ κράζομεν Ἀββᾶ, ὁ Πατήρ. Καὶ γὰρ τὴν μυστικὴν εὐχὴν τῷ Δεσπότῃ προσφέροντες, Πατέρα καλεῖν αὐτὸν προσετάχθημεν, καὶ λέγομεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ, Ἀββᾶ, προστέθεικε, τὴν παῤῥησίαν τῶν καλούντων διδάσκων. Τὰ γάρ τοι παιδία, πλείονι παῤῥησίᾳ κεχρημένα πρὸς τοὺς πατέρας (οὐδέπω γὰρ τελείαν τὴν διάκρισιν ἔχει), συχνότερον πρὸς αὐτοὺς τῇδε κέχρηται τῇ φωνῇ. Οὕτω δὴ καὶ ἡμεῖς, διὰ τὴν ἄῤῥητον αὐτοῦ φιλανθρωπίαν, καὶ ἀμέτρητον ἀγαθότητα, πατέρα μὲν καλοῦμεν, ὡς προσετάχθημεν, τῶν ὅλων τὸν Ποιητήν· ἀγνοοῦμεν δὲ ὅσον αὐτοῦ τε καὶ ἡμῶν τὸ διάφορον,