# Interpretatio in xiv epistulas sancti Pauli 82.136

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.136

οὔτε ἡμᾶς αὐτοὺς ἀκριβῶς ἐπιστάμενοι, καὶ αὐτοῦ τὴν φύσιν παντελῶς μὴ γινώσκοντες. ιϛʹ. Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Πνεῦμα καλεῖ τὴν φύσιν τοῦ Πνεύματος· πνεῦμα δὲ ἡμῶν, τὴν δεδομένην χάριν· ὁμωνύμως γὰρ ταῦτα καλεῖται. Λέγει δὲ ὅτι τῇ πνευματικῇ διδασκαλίᾳ πειθόμενοι προσφέρομεν τὴν εὐχήν· οὐ κατηγορούμεθα δὲ τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν. ιζʹ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι. Οὐκ ἤρκεσεν ἡμᾶς ἡ τῆς δουλείας ἀπαλλαγὴ, οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις, ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθημεν ἀξιώματι· καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι, καὶ Χριστοῦ συγκληρονόμοι. Τοῦτο γὰρ ἐπήγαγε· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται, εἰκότως ὁ θεῖος Ἀπόστολος τῇ υἱοθεσίᾳ τὴν κληρονομίαν συνέζευξε. Καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, συγκληρονόμοι δὲ Χριστοῦ, ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ. Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Οὐ γὰρ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσματος ἀξιωθέντες τούτων ἀπολαύουσι τῶν ἀγαθῶν, ἀλλ' οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν Δεσποτικῶν παθημάτων καταδεχόμενοι. Τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ' εἰς ψυχαγωγίαν τῶν τὰ γράμματα δεχομένων. Παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολὰς, αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι, καὶ μυρία θανάτων ὑπομένοντες εἴδη. Οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους, ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν, καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν. ιηʹ. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, οὐ συγκρίνονται τοῖς πόνοις αἱ ἀντιδόσεις· σμικρὸς ὁ πόνος, ἀλλὰ πολὺ τὸ ἐλπιζόμενον κέρδος. Διά τοι τοῦτο, οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγόρευσεν. ιθʹ. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Οὐχ ὁρᾶτε, φησὶν, οὐρανὸν, γῆν, θάλατταν, ἀέρα, ἥλιον, σελήνην, πᾶσαν τὴν ὁρωμένην κτίσιν, καὶ πρὸς τούτοις ἀόρατα, Ἀγγέλους, Ἀρχαγγέλους, Δυνάμεις, Ἐξουσίας, Κυριότητας; Ταῦτα πάντα τὴν ὑμετέραν προσμένει τελείωσιν. κʹ. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ματαιότητα καλεῖ τὴν φθοράν. Τοῦτο γὰρ μετ' ὀλίγα διδάσκει, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη θνητὴν ἔλαχε φύσιν· ἐπειδήπερ τῶν ὅλων ὁ Ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
